37
κεῖσθαι γὰρ ἕνα κρατῆρα, τόν γε τῆς Σωφροσύνης, ἑστάναι γὰρ πολλοὺς ἐν τῷ μέσῳ καὶ διαφέροντας τῇ γεύσει ὥσπερ οἴνων πολλῶν· εἶναι δὲ αὐτοὺς ἀργυροῦς τε καὶ χρυσοῦς· ἔτι δὲ καὶ ζῷα ἔξωθεν κύκλῳ ἔχειν καὶ ἕλικάς τινας καὶ τορείας. τὸν δὲ τῆς Σωφροσύνης λεῖόν τε εἶναι καὶ οὐ μέγαν καὶ ὡς ἂν εἰκάσαι τις ὁρῶν χαλκοῦν. δεῖν οὖν ἐκεῖθεν πολλαπλάσιον λαμβάνοντας καὶ ξυγκεραννύντας σμικρόν τι τῆς ἡδονῆς πίνειν.
38
οἷς μὲν οὖν ἐστιν ὁ Νοῦς οἰνοχόος, οὕτως οἰνοχοεῖν, φοβούμενον καὶ προσέχοντα μή πῃ τῆς κράσεως ἁμαρτὼν σφήλῃ τὸν δαιτυμόνα καὶ καταβάλῃ. τὴν δὲ Ἀκράτειαν τοῖς μὲν πλείστοις ἄκρατον τὴν ἡδονὴν ἐγχεῖν, μηδὲ μικρὸν σωφροσύνης παραμιγνύουσαν, τοῖς δὲ ὀλίγον τι παντελῶς λόγου ἕνεκεν. τοῦτο δὲ εὐθὺς ἐξίτηλον γίγνεσθαι καὶ μηδαμοῦ φαίνεσθαι. τοὺς δὲ πίνοντας μὴ διαλείπειν, ἀλλ’ ἐπισπέρχειν τε αὐτὴν καὶ κελεύειν θᾶττον ἰέναι παρ’ αὐτούς, καὶ προαρπάζειν ἕκαστον. τὴν δὲ ἐπείγεσθαι καὶ περιτρέχειν ἀσθμαίνουσαν καὶ ῥεομένην ἱδρῶτι.
39
τοὺς μὲν οὖν ἐκείνης ἑστιάτορας ὀρχεῖσθαί τε καὶ κυλίεσθαι προπίπτοντας ἐν τῷ μέσῳ, καὶ μάχεσθαι καὶ βοᾶν, οἷα δὴ ποιοῦσιν οἱ μεθυσθέντες ὑπὸ οἴνου· πλὴν οὗτοι μὲν ἐπ’ ὀλίγον καὶ μετρίως· μικρὸν γὰρ ἐξαρκεῖ καταδαρθεῖν, ἔπειτα ἄμεινον ἑαυτῶν ἔχουσιν, ἅτε ἐλαφρᾶς οὔσης τῆς μέθης· οἱ δὲ ὑπὸ τῆς ἡδονῆς καρωθέντες ὡς ἂν ὑπὸ ἰσχυροτέρου πόματος κατεχόμενοι δι’ ὅλου τοῦ βίου ταῦτα ποιοῦσι, καὶ οὐκ ἔστιν ἀπαλλαγῆναι ζῶσιν, εἰ μή γε ἀποθανοῦσιν. οὗτος γὰρ ὕπνος ἐστὶ τῶν οὕτως μεθυσκομένων καὶ μόνος αὐτοὺς ὠφελεῖ.
40
πολλοὶ δὲ καὶ ἐξεμοῦσιν ὑπὸ πλησμονῆς· γίγνεται δὲ μετὰ σπαραγμοῦ τε καὶ λύπης τῆς ἐσχάτης τὸ τὴν ἡδονὴν ἐκβάλλειν. ὅστις δ’ ἂν ἰσχύσῃ, κουφίζεται καὶ ῥᾷον διάγει τὸ λοιπόν. σπανίως δὲ τοῦτο συμβαίνει τὸ ἐθέλειν ἐξεμεῖν, ἀλλὰ πολὺ μᾶλλον ἀεὶ πίνειν ἐθέλουσιν. οὐδὲ γὰρ παύονται τοῦ δίψους, ἀλλ’ ἀεὶ σφοδρότερον ἔχουσι, καθάπερ οἱ τῷ οἴνῳ ἀκράτῳ χρώμένοι. οὗτοι μὲν οὖν τοιοῦτοί εἰσι καὶ καταισχύνουσι καὶ ὑβρίζουσι τὴν χάριν τῶν θεῶν·