96
ἔστω δὴ βραχὺς ἰδεῖν, δουλοπρεπής, ἄγρυπνος, οὐδέποτε μειδιῶν, ἀεί τῳ λοιδορούμενος καὶ μαχόμενος, πορνοβοσκῷ μάλιστα προσεοικὼς τό τε σχῆμα καὶ τὸν τρόπον ἀναιδεῖ καὶ γλίσχρῳ, βαπτὸν ἀμπεχομένῳ τριβώνιον μιᾶς τινος τῶν ἑταιρῶν ὧν ἴσμεν, τοὺς αὑτοῦ φίλους τε καὶ ἑταίρους,
97
μᾶλλον δὲ δούλους καὶ ὑπηρέτας λωβώμενος καὶ καταισχύνων πάντα τρόπον, ἐάν τε ἐν ἰδιώτου σχήματι λάβῃ τινὰς ἐάν τε ἐν βασιλέως.
98
ἢ οὐ πολλοὺς τῶν καλουμένων βασιλέων ἰδεῖν ἔστι καπήλους καὶ τελώνας καὶ πορνοβοσκούς; ἀλλὰ Δρόμωνα μὲν καὶ Σάραμβον, ὅτι ἐν Ἀθήναις καπηλεύουσι καὶ ὑπὸ Ἀθηναίων τοῦτο ἀκούουσι τὸ ὄνομα, δικαίως φαμὲν ἀκούειν, Δαρεῖον δὲ τὸν πρότερον, ὅτι ἐν Βαβυλῶνι καὶ Σούσοις ἐκαπήλευε, καὶ Πέρσαι αὐτὸν ἔτι καὶ νῦν καλοῦσι κάπηλον, οὐ δικαίως κεκλῆσθαι; ἴδιόν γε μὴν τούτῳσυμβέβηκε παρὰ τοὺς ἄλλους δαίμονας·
99
ἐνίοτε μὲν γὰρ ἄρχει καὶ κρατεῖ τῆς ψυχῆς, ἐνίοτε δὲ ἐκείνοις συνέπεται διὰ τὸ πάσης ἐπιθυμίας καὶ σπουδῆς ὑπηρέτην τε καὶ διάκονον ἀπροφάσιστον εἶναι τὸν πλοῦτον.
100
ἀλλʼ ἐγὼ λέγω νῦν τὸν αὐτὸν ἡγούμενον καὶ προεστηκότα τῆς τοῦ δυστυχοῦς ἀνθρώπου διανοίας, οὔτε ἐφʼ ἡδονήντινα οὔτε εἰς δόξαν ἀναφέροντα τὴν τῶν χρημάτων κτῆσιν, οὐδὲ ὡς ἀναλώσοντα καὶ χρησόμενον ξυνάγοντα, ἀνέξοδον δὲ καὶ ἀχρεῖον φυλάττοντα τὸν πλοῦτον τῷ ὄντι, κατάκλειστον ἔν τισι κρυπτοῖς καὶ ἀφεγγέσι θαλάμοις.
101
εἶεν· ὁ δὲ δὴ δεύτερος ἀνήρ τε καὶ δαίμων ἐκείνου τοῦ ἀνδρός,ὁ τὰ τῆς ἡδονῆς ἀναφαίνων ὄργια καὶ τὴν θεὸν ταύτην θαυμάζων καὶ προτιμῶν, ἀτεχνῶς γυναικείαν θεόν, ποικίλος καὶ πολυειδὴς περί τε ὀσμὰς καὶ γεύσεις ἀπλήρωτος, ἔτι δὲ οἶμαι περὶ πάντα μὲν ὁράματα, πάντα δὲ ἀκούσματα τὰ πρὸς ἡδονήν τινα φέροντα, πάσας δὲ ἁφὰς προσηνεῖς τε καὶ μαλακὰς λουτρῶν τεὁσημέραι θερμῶν μᾶλλον δὲ καὶ τῆς ἡμέρας, καὶ χρίσεων οὐ κάματον ἰωμένων,