102
πρὸς δὲ αὖ τούτοις ἐσθήτων τε μαλακῶν ἕλξεις καὶ κατακλίσεις ἠσκημένας καὶ διακονίας ἀκριβεῖς καθʼ ἑκάστην ἐπιθυμίαν τε καὶ χρείαν, περὶ ταῦτα πάντα δεινῶς ἐπτοημένος, μάλιστα μέντοι καὶ ἀκρατέστατα περὶ τὴν τῶν ἀφροδισίων ὀξεῖανκαὶ διάπυρον μανίαν θηλυκῶν τε καὶ ἀρρενικῶν μίξεων καὶ ἔτι πλειόνων ἀρρήτων καὶ ἀνωνύμων αἰσχρουργιῶν, ἐπὶ πάντα ὁμοίως τὰ τοιαῦτα φερόμενος καὶ ἄγων, οὐδὲν ἀπώμοτον οὐδὲ ἄπρακτον ποιούμενος.
103
νῦν γὰρ δὴ ἕνα τοῦτον τίθεμεν τὸν ἁπάσας τὰς τοιαύτας παρειληφότα νόσους καὶ ἀκρασίας τῆς ψυχῆς, ἵνα μὴ πολύν τινα ἀθροίσωμεν ἑσμὸν μοιχικῶν τινων δαιμονίων καὶ φιλόψων καὶ φιλοίνων καὶ ἄλλων δὴ μυρίων, ἀλλʼ ἁπλῶς ἕνα δαίμονα τιθῶμεν τὸν ἀκόλαστον καὶ δεδουλωμένον ὑφʼ ἡδονῆς,
104
ἐὰν μὲν ἐπιρρέῃ ποθὲν ἀνελλιπὲς τὸ τῆς χορηγίας, χρημάτων βασιλικῶν ἤ τινος μεγάλης ἰδιωτικῆς ὑπούσης οὐσίας, ἐν πολλῇ καὶ ἀφθόνῳ κυλινδούμενον ἀσελγείᾳ μέχρι γήρως· εἰ δὲ μή, ταχὺ μάλα ἐξαναλώσαντα τὰ παρόντα, πένητα ἀκρατῆ καὶ ἀκόλαστον ἐν σπάνει καὶ ἱμέρῳ δεινῶς τῶν ἐπιθυμιῶν λειπόμενον.
105
ἔτι δέ τινας οὗτος τῶν ὑπʼ αὐτοῦ κρατουμένων εἰς γυναικεῖον μετέβαλε βίον τε καὶ σχῆμα, ὥσπερ οἱ μῦθοί φασι τοὺς μεταβαλόντας ἐξ ἀνθρώπων εἰς ὄρνιθας ἢ θηρία, ἐὰν τύχωσι τοιαύτης ἡττηθέντες ἡδονῆς·
106
πάλιν δὲ κἀνταῦθα διττὴ χορηγία πέφηνεν. ὁ μὲν γὰρ ἀσθενής τε καὶ ἄτολμος ἐκ τούτου τοῦ γένους δαίμων ἐπί τε τὰς γυναικείας νόσους καὶ ἄλλας αἰσχύνας, ὁπόσαις πρόσεστι ζημία καὶ ὀνείδη, προσάγει ῥᾳδίως· ὅπου δὲ ἡδονῶν τινων τιμωρίαι πρόσεισι, θανάτοις ἢ δεσμοῖς κολάζουσαι τοὺς ἐξαμαρτάνοντας ἢ χρημάτων πολλῶν ἐκτίσεσιν, οὐ πάνυ τι πρὸς ταῦτα ἐφίησιν.
107
ὁ δὲ ἀτενέστερός τε καὶ θρασύτερος πάντα ἁπλῶς ὑπερβαίνειν ἀναγκάζει τά τε ἀνθρώπινα καὶ τὰ θεῖα. καὶ ὁ μὲν ἀσθενής τε καὶ ἄτολμος ἔνθα προσθέμενος τὴν τοιαύτην αἰσχύνην ὁμολογεῖ οὐδενὸς ἀνδρείου πράγματος ἁπτόμενος, ἀλλὰ παραχωρῶν τῶν κοινῶν καὶ πολιτικῶν τοῖς ἄμεινον βεβιωκόσιν·