16
ὅδε μὲν δὴ ὁ μῦθος, οὐ παιδίῳ πλασθείς, ὡς ἂν ἧττον ᾖ θρασὺ καὶ ἀκόλαστον, ἀλλὰ τοῖς μείζω καὶ τελειοτέραν ἀφροσύνην ἔχουσιν, ὑφʼ ἡμῶν δεῦρο μετενεχθεὶς τάχʼ ἂν ἱκανῶς ἐπιδεῖξαι δύναιτο ὁποῖόν ἐστι τὸ τῶν ἐπιθυμιῶν γένος, ὅτι ἄλογοι οὖσαι καὶ θηριώδεις, ἔπειτα ἡδονήν τινα παραδεικνύουσαι, προσαγόμεναι τοὺς ἀνοήτους ἀπάτῃ καὶ γοητείᾳ, διαφθείρουσιν οἴκτιστα καὶ ἐλεεινότατα.
17
ἃ χρὴ δεδιέναι πρὸ ὀφθαλμῶν ἔχοντας, ὥσπερ ἐκεῖνα τοὺς παῖδας ὁπόταν παρὰ καιρὸν τροφῆς ἢ παιδιᾶς ἢ ἄλλου τινὸς ὀρέγωνται, καὶ ἡμᾶς, ὁπόταν ἢ τρυφῆς ἢ χρημάτων ἢ ἀφροδισίων ἢ δόξης ἢ ἄλλης τινὸς ἡδονῆς ἐρῶμεν, μήποτε προσιόντες ταῖς πανούργοις ταύταις συναρπασθῶμεν ὑπʼ αὐτῶν ἐπʼ ὀλέθρῳ καὶ διαφθορᾷ πασῶν αἰσχίστῃ.
18
καὶ γάρ τοι καὶ τὸ λοιπὸν τοῦ μύθου ταύτῃ τρέπειν οὐ χαλεπὸν ἀνδρὶ ἀδολέσχῃ καὶ πλείω σχεδὸν ἢ ἔδει σχολὴν ἄγοντι. προστιθέασι γὰρ ὡς δὴ βασιλεύς τις τῶν Λιβύων ἐπεχείρησεν ἀνελεῖν τόδε τὸ φῦλον τῶν θηρίων, ἀγανακτῶν τῇ διαφθορᾷ τοῦ λαοῦ. τυγχάνειν δὲ αὐτῶν πολλὰς αὐτοῦ κατῳκισμένας, ὑπὲρ τὴν Σύρτιν δρυμὸν καταλαβούσας πυκνόν τε καὶ ἄγριον.
19
συναγαγόντα δὴ πλῆθος στρατοῦ πολύ εἶναι γὰρ οὐκ ἀφανεῖς τοῖς τε σύρμασι τῶν ὄφεων καὶ ὀσμῆς αὐτόθεν δεινῆς φερομένης· οὕτω περισχόντα πανταχόθεν πῦρ ἐμβαλεῖν, καὶ τὰς μὲν ἀποληφθείσας ἀπολέσθαι μετὰ τῶν σκύμνων, τοὺς δὲ Λίβυας φεύγειν κατὰ τάχος ἀπὸ τοῦχωρίου, μήτε νύκτα μήτε ἡμέραν ἀναπαυομένους, μέχρι νομίζοντες πολὺ προειληφέναι κατέζευξαν παρὰ ποταμόν τινα.
20
τῶν δὲ θηρίων ὁπόσα ἀπῆν κατὰ θήραν, ἐπειδὴ τάχιστα ᾔσθοντο ἀπολωλότας τοὺς φωλεούς, καταδιώξαντα τὴν στρατιὰν πρὸς τὸν ποταμὸν τοὺς μὲν ἐν ὕπνῳ καταλαβόντα, τοὺς δὲ ἄλλους ἀπειρηκότας ὑπὸ τοῦ κόπου, διαφθεῖραι πανσυδί.
21
τότε μὲν οὖν ἀτελὲς αὐτῷ γενέσθαι τὸ ἔργον τῆς διαφθορᾶς τοῦ γένους. ὕστερον δὲ Ἡρακλέα τὴν σύμπασαν γῆν καθαίροντα ἀπό τε τῶν θηρίων καὶ τῶν τυράννων κἀκεῖσε ἀφικέσθαι, καὶ τόν τε τόπον ἐμπρῆσαι καὶ τὰ φεύγοντα ἐκ τοῦ πυρὸς τὰ μὲν τῷ ῥοπάλῳ παίοντα κατακαίνειν, ὁπόσα ὁμόσε ᾔει, τὰ δὲ ἀποδιδράσκοντα τοῖς βέλεσι.