42
καλὸν οὖν εἰπεῖν ὑπὲρ τῶν ὅλων τῆς διοικήσεως ὁποῖόν γε τὸ ξύμπαν αὐτό τε εὔδαιμον καὶ σοφὸν ἀεὶ διαπορεύεται τὸν ἄπειρον αἰῶνα συνεχῶσἐν ἀπείροις περιόδοις μετὰ ψυχῆς τε ἀγαθῆς καὶ δαίμονος ὁμοίου καὶ προνοίας καὶ ἀρχῆς τῆς δικαιοτάτης τε καὶ ἀρίστης, ἡμᾶς τε ὁμοίους παρέχεται, κατὰ φύσιν κοινὴν τὴν αὑτοῦ καὶ τὴν ἡμετέραν ὑφʼ ἑνὶ θεσμῷ καὶ νόμῳ κεκοσμημένους καὶ τῆς αὐτῆς μετέχοντας πολιτείας.
43
ἣν ὁ μὲν τιμῶν καὶ φυλάττων καὶ μηδὲνἐναντίον πράττων νόμιμος καὶ θεοφιλὴς καὶ κόσμιος, ὁ δὲ ταράττων ὅσον ἐφʼ ἑαυτῷ καὶ παραβαίνων καὶ ἀγνοῶν ἄνομος καὶ ἄκοσμος, ὁμοίως μὲν ἰδιώτης, ὁμοίως δὲ καὶ ἄρχων ὀνομαζόμενος· πολὺ δὲ μείζων καὶ φανερωτέρα πᾶσιν ἡ παρὰ τοῦ ἄρχοντος πλημμέλεια.
44
ὥσπερ οὖν ὅσοι στρατηγοί τε καὶ ἄρχοντες στρατοπέδωνκαὶ πόλεων καὶ ἐθνῶν, ὅστις ἂν τὸν σὸν μάλιστα μιμῆται τρόπον καὶ τοῖς σοῖς ἤθεσιν ὅμοιον αὑτὸν ὡς δυνατὸν φαίνηται παρέχων, οὗτος ἂν εἴη σοὶ πάντων ἑταιρότατος καὶ προσφιλέστατος· εἰ δέ τις ἐναντίος καὶ ἀνόμοιος γίγνοιτο, δικαίως ἂν τυγχάνοι μέμψεώς τε καὶ ἀτιμίας καὶ αὐτῆς γε τῆς ἀρχῆς ταχὺ παυθεὶς παραχωρήσειεν ἑτέροις ἀμείνοσί τε καὶ ἄμεινον δυναμένοις διοικεῖν·
45
οὕτω δὴ καὶ τῶν βασιλέων, ἅτε οἶμαι παρὰ τοῦ Διὸς ἐχόντων τὴν δύναμιν καὶ τὴν ἐπιτροπήν, ὃς μὲν ἂν πρὸς ἐκεῖνον βλέπων πρὸς τὸν τοῦ Διὸς νόμον τε καὶ θεσμὸν κοσμῇ καὶ ἄρχῃ δικαίως τε καὶ καλῶς, ἀγαθῆς τυγχάνει μοίρας καὶ τέλους εὐτυχοῦς·
46
ὃς δʼ ἂν παραβῇ καὶ ἀτιμάσῃ τὸν ἐπιτρέψαντα ἢ δόντα τὴν δωρεὰν ταύτην, οὐδὲν ἀπώνατο τῆς πολλῆς ἐξουσίας καὶ δυνάμεως ἢ τοσοῦτον μόνον ὅσον φανερὸς πᾶσι γενέσθαι τοῖς καθʼ αὑτὸν καὶ τοῖς ὕστερον πονηρὸς καὶ ἀκόλαστος ὤν, τὸν μυθευόμενον Φαέθοντος ἀναπληρώσας πότμον, ἅτε ἰσχυροῦ καὶ θείου παρὰ μοῖραν ἐπιβὰς ἅρματος, οὐχ ἱκανὸς ὢν ἡνίοχος.
47
λέγει δὲ καὶ Ὅμηρος ὧδέ πως· ὃς μὲν ἀπηνὴς αὐτὸς ἔῃ καὶ ἀπηνέα εἰδῇ, τῷ δὲ καταρῶνται πάντες βροτοὶ ἄλγἐ ὀπίσσω ζωῷ, ἀτὰρ τεθνεῶτί γʼ ἐφεψιόωνται ἅπαντες· ὃς δʼ ἂν ἀμύμων αὐτὸς ἔῃ καὶ ἀμύμονα εἰδῇ, τοῦ μέντοι κλέος εὐρὺ διὰ ξεῖνοι φορέουσι πάντας ἐπʼ ἀνθρώπους, πολλοί τέ μιν ἐσθλὸν ἔειπον.