18
τοὺς δὲ Ἀχαιοὺς οὕτως εἶναι ἄφρονας ὥστε καὶ τοὺς νεκροὺς νομίζειν προσδεῖσθαι γυναικῶν καὶ τὴν Πολυξένην σφάττειν ἐπὶ τῷ τάφῳ τοῦ Ἀχιλλέως. ἔφη δὲ τοὺς ἰχθύας σχεδόν τι φρονιμωτέρους φαίνεσθαι τῶν ἀνθρώπων· ὅταν γὰρ δέωνται τὸ σπέρμα ἀποβαλεῖν, ἰόντας ἔξω προσκνᾶσθαι πρὸς τὸ τραχύ.
19
θαυμάζειν δὲ τῶν ἀνθρώπων τὸ τὸν μὲν πόδα μὴ θέλειν ἀργυρίου κνᾶσθαι μηδὲ τὴν χεῖρα μηδὲ ἄλλο μηδὲν τοῦ σώματος, μηδὲ τοὺς πάνυ πλουσίους ἀναλῶσαι ἂν μηδεμίαν ὑπὲρ τούτου δραχμήν· ἕν δὲ ἐκεῖνο τὸ μέρος πολλάκις πολλῶν ταλάντων, τοὺς δέ τινας ἤδη καὶ τῇ ψυχῇ παραβαλλομένους.
20
ἔλεγε δὲ παίζων τὴν συνουσίαν ταύτην εὕρεμα εἶναι τοῦ Πανός, ὅτε τῆς Ἠχοῦς ἐρασθεὶς οὐκ ἐδύνατο λαβεῖν, ἀλλʼ ἐπλανᾶτο ἐν τοῖς ὄρεσι νύκτα καὶ ἡμέραν, τότε οὖν τὸν Ἑρμῆν διδάξαι αὐτόν, οἰκτείραντα τῆς ἀπορίας, ἅτε υἱὸν αὐτοῦ. καὶ τόν, ἐπεὶ ἔμαθε, παύσασθαι τῆς πολλῆς ταλαιπωρίας· ἀπʼ ἐκείνου δὲ τοὺς ποιμένας χρῆσθαι μαθόντας.
21
τὰ μὲν οὖν τοιαῦτα ἐνίοτε τῶν ἀνθρώπων καταγελῶν ἔλεγεν τῶν τετυφωμένων καὶ ἀνοήτων· μάλιστα δὲ ὕβριζε τοὺς σοφιστὰς τοὺς σεμνοὺς εἶναι θέλοντας καὶ πλέον τι τῶν ἄλλων εἰδέναι οἰομένους. ἔλεγε δὲ διὰ τὴν μαλακίαν τοὺς ἀνθρώπους ἀθλιώτερον ζῆν τῶν θηρίων.
22
ἐκεῖνα γὰρ ὕδατι μὲν ποτῷ χρώμενα, τροφῇ δὲ βοτάνῃ, τὰ πολλὰ δὲ αὐτῶν γυμνὰ ὄντα διʼ ἔτους, εἰς οἰκίαν δὲ οὐδέποτε εἰσιόντα, πυρὶ δὲ οὐδὲν χρώμενα, ζῆν μὲν ὁπόσον ἡ φύσις ἑκάστοις ἔταξε χρόνον, ἐὰν μηδεὶς ἀναιρῇ· ἰσχυρὰ δὲ καὶὑγιαίνοντα διάγειν ὁμοίως ἅπαντα, δεῖσθαι δὲ μηδὲν ἰατρῶν μηδὲ φαρμάκων.
23
τοὺς δὲ ἀνθρώπους οὕτως μὲν πάνυ φιλοζῴους ὄντας, τοσαῦτα δὲ μηχανωμένους πρὸς ἀναβολὴν τοῦ θανάτου, τοὺς μὲν πολλοὺς αὐτῶν μηδὲ εἰς γῆρας ἀφικνεῖσθαι, ζῆν δὲ νοσημάτων γέμοντας, ἃ μηδὲ ὀνομάσαι ῥᾴδιον, τὴν δὲ γῆν αὐτοῖς μὴ ἐξαρκεῖν παρέχουσαν φάρμακα, δεῖσθαι δὲ καὶ σιδήρου καὶ πυρός.
24
καὶ μήτε Χείρωνος μήτε Ἀσκληπιοῦ μήτε τῶν Ἀσκληπιαδῶν ἰωμένων μηδὲν αὐτοῖς ὄφελος εἶναι διὰ τὴν αὐτῶν ἀκολασίαν καὶ πονηρίαν, μηδὲ μάντεων μαντευομένων μηδὲ ἱερέων καθαιρόντων.