40
καίτοι πάντα ὅσα δεινὰ τοῖς ἀνθρώποις παραμυθίαν ἔχει τὸ τυχὸν ἂν παύσασθαι αὐτῶν. καὶ γὰρ ὅστις ὑπὸ δεσμῶν ἔχεται, προσδοκᾷ ποτε λυθῆναι, καὶ τῷ τὴν πατρίδα φεύγοντι οὐκ ἀδύνατον κατελθεῖν, καὶ τῷ νοσοῦντι μέχρι τῆς τελευτῆς ἔστιν ἐλπίζειν τὴν ὑγίειαν· τῷ δὲ οὐκ ἔστιν ἀπαλλαγῆναι τοῦ πράγματος, ἀλλʼ οὐδʼ εὔξασθαι γοῦν, εἰ μή τι ἕτερον. ὅσοις δὲ ἀνιᾶσθαι συμβέβηκε τῶν φίλων τινὸς ἀποθανόντος, σαφῶς ἐπίστανται ὅτι παύσονταί ποτε λυπούμενοι τῷ χρόνῳ· τῷ δὲ τοὐναντίον ἐπιτείνεται μᾶλλον τὰ χαλεπά.
41
οὐ ῥᾴδιον μὲν γὰρ ἄνδρα γηρᾶσαι τύραννον, χαλεπὸν δὲ τυράννου γῆρας, οὐχ οἶον ἵππου φασίν. οἵ τε γὰρ πεπονθότες κακῶς πλείους οἵ τε καταφρονοῦντες· αὐτὸς δὲ τῷ σώματι βοηθεῖν ἀδύνατος αὑτῷ. πάντα μὲν οὖν τὰ δεινὰ πέφυκε μᾶλλον ἐκπλήττειν τοὺς προσδεχομένους ἢ λυπεῖν τοὺς πειραθέντας, καὶ πενία καὶ φυγὴ καὶ δεσμοὶ καὶ ἀτιμία. τοῦ θανάτου δὲ εἴ τις ἀφέλοι τὸ δέος, οὐδὲν ὑπολείπεται δυσχερές·
42
οὐ γὰρ μόνον αὐτὸς οὐκ ἐνοχλεῖ τοὺς παθόντας, ἀλλʼ οὐδὲν ἔτι λυποῦνται. ὁ δὲ φόβος οὕτω χαλεπός ἐστιν ὥστε πολλοὶ ἤδη προέλαβον τὸ ἔργον· οἱ μὲν γὰρ ἐν νηὶ χειμαζόμενοι οὐ περιέμειναν καταδῦναι τὴν ναῦν, ἀλλὰ πρότερον αὑτοὺς ἀπέσφαξαν, οἱ δὲ πολεμίων περιειληφότων, σαφῶς εἰδότες ὅτι οὐδὲν πείσονται δεινότερον.
43
τοῦτο δὴ τὸ χαλεπὸν ἀεὶ πάρεστι τοῖς μονάρχοις, ὁμοίως μὲν ἡμέρας, ὁμοίως δὲ νυκτός. καὶ τοῖς μὲν καταδικασθεῖσιν ἡμέρα ῥητὴ πρόκειται, ἐν ᾗ δεῖ ἀποθνήσκειν, τοῖς δὲ καὶ τοῦτο ἄδηλον, εἴτε μετʼ ὀλίγον εἴτε ἤδη, καὶ οὐδεὶς καιρός, οὐδὲ ὁ βραχύτατος, ἀπήλλακται τούτου τοῦ δέους, ἀλλὰ καὶ ἐσθίοντα ἀνάγκη δεδιέναι καὶ θύοντα τοῖς θεοῖς καὶ συμπίνειν τούτῳ τῷ φόβῳ καὶ συγκαθεύδειν.
44
εἰ δέ ποτε ἐπέλθοι παίζειν τοῖς τοιούτοις,καὶ πρὸς ἀφροδισίοις οὗτος γιγνόμενος, ἐὰν καὶ πάνυ τύχῃ ἐρῶν, μέμνηται τοῦ θανάτου, ὡς τυχὸν ὑπʼ αὐτῶν τῶν ἐρωμένων μένων ἀπολούμενος, ὥστε μοι δοκεῖ τότε μόνον χαίρειν,