51
καὶ τὴν μὲν εἰρήνην ἀσύμφορον νομίζει διὰ τὴν τῶν ἀνθρώπων σχολήν, τὸν δὲ πόλεμον, ὅτι ἀνάγκη τοὺς ὑπηκόους ἐνοχλεῖν καὶ χρήματα πορίζοντα καὶ στρατεύεσθαι προσαναγκάζοντα. τοιγαροῦν πολέμου μὲν ὄντος εἰρήνης ἐρῶσιν, εἰρήνης δὲ γενομένης εὐθὺς μηχανῶνται πόλεμον.
52
καὶ τοῦτο μὲν τῶν ἐπιτηδείων ἀφθόνων ὄντων δεδοίκασι τοῦ πλήθους τὴν ὕβριν, τοῦτο δὲ εἴ τις ἔνδεια καταλαμβάνοι, τὴν ὀργήν. ἡγοῦνται δὲ μήτε ἀποδημεῖν ἀσφαλὲς μήτε μένειν μήτε προϊέναι μήτʼ ἔνδον διαιτᾶσθαι παρʼ αὑτοῖς, ἀλλὰ μηδὲ ἐπιβαίνειν οὗ ἂν ἐπιβαίνωσιν ἀσφαλῶς, ἅπαντα δὲ εἶναι μεστὰ ἐνέδρας καὶ δόλων.
53
ἀναλογίζεται δὲ ἕκαστος αὐτῶν καὶ τοὺς θανάτους τῶν τυράννων καὶ τὰς ἐπιβουλάς, ὅσαι πώποτε γεγόνασι, καὶ ξύμπαντα ταῦτα ἐφʼ αὑτὸν ἰέναι νομίζει, καὶ οὕτως ἔχει περιφόβως ὡς ξύμπαντας ἐκείνους τοὺς θανάτους ἀποθανούμενος· καὶ περιβλέπειν μὲν ἀεὶ καὶ περιστρέφεσθαι βούλεται, πληγήσεσθαι πανταχόθεν οἰόμενος, αὐτὸ δὲ τοῦτο οὐκ ἔξεστι ποιεῖν ὑπὸ αἰσχύνης ἅμα καὶ φόβου.
54
ὅσῳ γὰρ ἂν ἐνδηλότερος ᾖ φοβούμενος ἀνὴρ τύραννος, τοσούτῳ μᾶλλον ἐπιβουλεύουσι καταφρονοῦντες τῆς δειλίας. ἔστιν οὖν ὁ βίος ὅμοιος ὥσπερ οὖν εἴ τις καθείρξειέ τινα ἐν εἱρκτῇ μικρᾷ,τῶν μὲν ἄνωθεν ξιφῶν κρεμαμένων, τῶν δὲ κυκλόθεν περιπεπηγότων, καὶ τούτων ἁπτομένων τοῦ χρωτός·
55
οὕτως οὐ τῷ σώματι μόνον, ἀλλὰ τῇ ψυχῇ τοῦ τυράννου περιπέπηγε τὰ ξίφη, ὥστε τὸν ἐν ᾅδου Τάνταλον, ὅν φασι κεφαλῆς ὑπερτέλλοντα δειμαίνειν πέτρον, πολὺ ῥᾷον διάγειν. οὐ γὰρ δὴ ἔτι φοβεῖται ὁ Τάνταλος μὴ ἀποθάνῃ· τῷ δὲ τυράννῳ ζῶντι τοῦτο ξυμβέβηκεν, ὃ ἐκείνῳ νεκρῷ λέγουσιν.
56
ὅσοι μὲν οὖν μιᾶς γεγόνασι τύραννοι πόλεως ἢ χώρας ὀλίγης, τούτοις μὲν οὐκ ἀδύνατον ἀποδράντας ἐκ τῆς ἀρχῆς ἀλλαχόσε ποι καταφυγόντας ζῆν· καίτοι οὐδεὶς ἄνδρα ἀγαπᾷ τύραννον,ἀλλὰ μισοῦσί τε καὶ ὑποπτεύουσι καὶ ῥᾳδίως ἐκδιδόασι τοῖς ἠδικημένοις· ὅσοι δὲ πολλῶν πόλεων ἄρχουσι καὶ ἐθνῶν καὶ ἀπείρου γῆς, ὥσπερ ὁ τῶν Περσῶν βασιλεύς, τούτοις δὲ οὐδʼ ἄν ποτε παραστῇ συνεῖναι τῶν κακῶν κἂν θεῶν τις ἀφέλῃ τὴν ἄγνοιαν αὐτῶν, οὐ δυνατὸν ἐκφυγεῖν.