48
τὸ μὲν οὖν ἐμόν, ὅπερ ἔφην, ἥδιστα καὶ προθυμότατα τοῦτον εἴποιμʼ ἂν τὸν λόγον, τὸν ὑπὲρ τοῦ Διὸς καὶ τῆς τοῦ παντὸς φύσεως. ἐπεὶ δὲ πλείων ἐστὶ παντὸς τοῦ καιροῦ τοῦ παρόντος καὶ δεόμενος ἀποδείξεων ἀκριβεστέρων, αὖθίς ποτε ἴσως γένοιτʼ ἂν σχολὴ διελθεῖν αὐτόν.
49
εἰ δʼ ἄρα μῦθον ἐθέλοις τινὰ ἀκοῦσαι, μᾶλλον δὲ ἱερὸν καὶ ὑγιῆ λόγον σχήματι μύθου λεγόμενον, τυχὸν οὐκ ἄτοπός σοι φανήσεται νῦν τε καὶ ὕστερον ἐνθυμουμένῳ κατὰ σαυτὸν ὃν ἐγώ ποτε ἤκουσα γυναικὸς Ἠλείας ἢ Ἀρκαδίας ὑπὲρ Ἡρακλέους διηγουμένης.
50
ὡς γὰρ ἔτυχον ἐν τῇ φυγῇ ποτε ἀλώμενος· καὶ πολλήν γε χάριν οἶδα τοῖς θεοῖς, ὅτι με οὐκ εἴασαν θεατὴν γενέσθαι πολλῶν καὶ ἀδίκων πραγμάτων· ἐπῄειν δʼ οὖν ὡς ἐδυνάμην πλείστην γῆν ἐν ἀγύρτου σχήματι καὶ στολῇ, τοῦτο μὲν παρʼ Ἕλληνας, τοῦτο δὲ παρὰ βαρβάρους, αἰτίζων ἀκόλους, οὐκ ἄορας οὐδὲ λέβητας. καὶ δή ποτε ἀφικόμενος εἰς Πελοπόννησον ταῖς μὲν πόλεσιν οὐ πάνυ προσῄειν,
51
περὶ δὲ τὴν χώραν διέτριβον, ἅτε πολλὴν ἱστορίαν ἔχουσαν, νομεῦσι καὶ κυνηγέταις, γενναίοις τε καὶ ἁπλοῖς ἤθεσιν, ἐπιμιγνύμενος.
52
καὶ δὴ βαδίζων ὡς ἀφʼ Ἡραίας εἰς Πῖσαν παρὰ τὸν Ἀλφειὸν μέχρι μέν τινος ἐπετύγχανον τῆς ὁδοῦ, μεταξὺ δὲ εἰς ὕλην τινὰ καὶ δυσχωρίαν ἐμπεσὼν καὶ πλείους ἀτραποὺς ἐπὶ βουκόλἰ ἄττα καὶ ποίμνας φερούσας, οὐδενὶ συναντῶν οὐδὲ δυνάμενος ἐρέσθαι, διαμαρτάνω τε καὶ ἐπλανώμην μεσημβρίᾳ σταθερᾷ. ἰδὼνοὖν ἐπὶ ὑψηλῷ τινι δρυῶν συστροφὴν οἷον ἄλσος, ᾠχόμην ὡς ἀποψόμενος ἐντεῦθεν ὁδόν τινα ἢ οἰκίαν.
53
καταλαμβάνω οὖν λίθους τέ τινας εἰκῇ ξυγκειμένους καὶ δέρματα ἱερείων κρεμάμενα καὶ ῥόπαλα καὶ βακτηρίας, νομέων τινῶν ἀναθήματα, ὡς ἐφαίνετο, ὀλίγον δὲ ἀπωτέρω καθημένην γυναῖκα ἰσχυρὰν καὶ μεγάλην, τῇδὲ ἡλικίᾳ πρεσβυτέραν, τὰ μὲν ἄλλα ἄγροικον στολὴν ἔχουσαν, πλοκάμους δέ τινας πολιοὺς καθεῖτο.