7
καὶ ἄλλων μὲν ἥδοντολοιδορουμένων, αὐτοὶ δὲ ἐφοβοῦντο καὶ ἀνεχώρουν. καὶ εἰ μὲν ἔσκωπτέν τε καὶ ἔπαιζεν, ὥσπερ εἰώθει ἐνίοτε, ὑπερφυῶς ἔχαιρον, ἀνατειναμένου δὲ καὶ σπουδάσαντος οὐχ ὑπέμενον τὴν παρρησίαν· καθάπερ οἶμαι τὰ παιδία προσπαίζοντα ἥδεται τοῖς γενναίοις κυσίν, ἐπειδὰν δὲ χαλεπήνῃ καὶ ὑλάξῃ μεῖζον, ἐξεπλάγη καὶ τῷδέει τέθνηκε. καὶ τότε ἐκεῖνος ἐποίει ταὐτά, οὐδὲν μεταστρεφόμενος οὐδὲ φροντίζων, εἴτε ἐπαινοίη τις αὐτὸν εἴτε καὶ ψέγοι τῶν παρόντων, οὐδὲ εἰ τῶν πλουσίων τε καὶ ἐνδόξων ἢ στρατηγὸς ἢ δυνάστης διαλέγοιτο προσελθὼν ἢ τῶν πάνυ φαύλων τε καὶ πενήτων·
8
ἀλλὰ τῶν μὲν τοιούτων ληρούντων ἐνίοτε κατεφρόνει, τοὺσδὲ σεμνοὺς εἶναι βουλομένους καὶ μέγα φρονοῦντας ἐφʼ αὑτοῖς διὰ πλοῦτον ἢ γένος ἢ ἄλλην τινὰ δύναμιν, τούτους μάλιστα ἐπίεζε καὶ ἐκόλαζε πάντα τρόπον. τινὲς μὲν οὖν αὐτὸν ἐθαύμαζον ὡς σοφώτατον πάντων, τισὶ δὲ μαίνεσθαι ἐδόκει, πολλοὶ δὲ κατεφρόνουν ὡς πτωχοῦ τε καὶ οὐδενὸς ἀξίου, τινὲς δʼ ἐλοιδόρουν, οἱ δὲπροπηλακίζειν ἐπεχείρουν, ὀστᾶ ῥιπτοῦντες πρὸ τῶν ποδῶν, ὥσπερ τοῖς κυσίν, οἱ δὲ καὶ τοῦ τρίβωνος ἥπτοντο προσιόντες,
9
πολλοὶ δὲ οὐκ εἴων, ἀλλʼ ἠγανάκτουν, καθάπερ Ὅμηρός φησι τὸν Ὀδυσσέα προσπαίζειν τοὺς μνηστῆρας, κἀκεῖνον πρὸς ὀλίγας ἡμέρας ἐνεγκεῖν τὴν ἀκολασίαν αὐτῶν καὶ τὴν ὕβριν· ὁ δὲ ὅμοιος ἦν ἐν ἅπαντι· τῷ ὄντι γὰρ ἐῴκει βασιλεῖ καὶ δεσπότῃ, πτωχοῦ στολὴν ἔχοντι, κἄπειτα ἐν ἀνδραπόδοις τε καὶ δούλοις αὑτοῦ στρεφομένῳ τρυφῶσι καὶ ἀγνοοῦσιν ὅστις ἐστί, καὶ ῥᾳδίως φέροντι μεθύοντας ἀνθρώπους καὶ μαινομένους ὑπὸ ἀγνοίας καὶ ἀμαθίας.
10
ὅμως δὲ οἵ τε ἀθλοθέται τῶν Ἰσθμίων καὶ τῶν ἄλλων ὅσοι ἔντιμοι καὶ δυνατοὶ σφόδρα ἠποροῦντο καὶ συνεστέλλοντο, κατʼ ἐκεῖνον ὁπότε γένοιντο, καὶ πάντες οὗτοι σιγῇ παρῄεσαν ὑποβλέποντες αὐτόν. ἐπεὶ δὲ καὶ ἐστεφανώσατο τῆς πίτυος, πέμψαντες οἱ Κορίνθιοι τῶν ὑπηρετῶν τινας ἐκέλευον ἀποθέσθαι τὸν στέφανον καὶ μηδὲν παράνομον ποιεῖν.