11
ια. ἡ διεκπαίουσα τοῦ ποταμοῦ ναῦς ὑπὸ πολλῷ τῷ ῥοθίῳ τῆς εἰρεσίας κόρη τέ τις αὕτη ἐπὶ τῆς πρύμνης ὁπλίτου πλησίον καὶ ὁ ἐμμελὲς προς2άδων τοῖς τῆς κιθάρας κρούμασι ξὺν ὀρθῇ τιάρᾳ ὅ τε ὑπὲρ τῆς ἱερᾶς ἐκείνης φηγοῦ δράκων πολλῷ σπειράματι κεχυμένος καὶ τὴν κεφαλὴν ἐς τὴν γῆν νεύων ὕπνῳ βρίθουσαν τὸν ποταμὸν μὲν Φᾶσιν γίγνωσκε, Μήδειαν δὲ ταύτην, ὁ δʼ ἐπὶ τῆς πρύμνης ὁπλίτης Ἰάσων ἂν εἴη, κιθάραν δὲ καὶ τιάραν ὁρῶντας καὶ τὸν δὴ ἀμφοῖν κοσμούμενον Ὀρφεὺς ὕπεισιν ἡμᾶς ὁ τῆς Καλλιόπης. μετὰ γὰρ τὸν ἐπὶ τοῖς ταύροις ἆθλον θέλξασα ἐς ὕπνον τὸν δράκοντα τοῦτον ἡ Μήδεια σεσύληται μὲν τὸ χρυσόμαλλον τοῦ κριοῦ νάκος, φυγῇ δὲ ἵενται λοιπὸν οἱ τῆς Ἀργοῦς πλωτῆρες, ἐπειδὴ ἀνάπυστα τοῖς Κόλχοις καὶ τῷ Αἰήτῃ τὰ τῆς κόρης. καὶ τὰ μὲν τῶν τῆς Ἀργοῦς ναυβατῶν τί ἄν σοι λέγοιμι; ὁρᾷς γὰρ βραχίονας μὲν ἐξῳδηκότας αὐτοῖς ὑπὸ τοῦ ἐς τὴν εἰρεσίαν ξυντόνου, τὰ δὲ πρόσωπα οἷα γένοιτʼ ἂν ἑαυτοὺς σπερχόντων, τὸ δὲ τοῦ ποταμοῦ κλυδώνιον ὑπερκαχλάζον τοῦ τῆς νεὼς ἐμβόλου καταφερομένης σὺν πολλῇ τῇ ῥύμῃ τάχους δεῖγμα. ἡ κόρη δὲ ἀμήχανόν τινα νοῦν. δείκνυσιν ἐκ τοῦ προσώπου, ὄμμα μὲν γὰρ αὐτῇ δεδακρυμένον ἐς γῆν ὁρᾷ, περίφοβος δέ ἐστιν ὑπʼ ἐννοίας ὧν δέδρακε, καὶ λογισμοῦ τῶν μελλόντων πλήρης, αὐτή τε πρὸς ἑαυτὴν ἀνακυκλεῖν δοκεῖ μοι τὰς ἐννοίας διορῶσα τῇ ψυχῇ ἕκαστα καὶ πεπηγυῖα τὰς τῶν ὀφθαλμῶν βολὰς ἐς τὰ τῆς ψυχῆς ἀπόρρητα. Ἰάσων δὲ αὐτῇ πλησίον ξὺν ὅπλοις ἕτοιμος ἐς ἄμυναν. ὁδὶ δὲ τὸ ἐνδόσιμον τοῖς ἐρέταις ᾅδει, ὕμνους, μοι δοκεῖν, ἀνακρουόμενος θεοῖς τοὺς μὲν χαριστηρίους, ἐφʼ οἷς κατωρθώκασι, τοὺς δὲ ἐς ἱκεσίαν τείνοντας, ἐφʼ οἷς δεδοίκασιν. ὁρᾷς δὲ καὶ τὸν Αἰήτην ἐπὶ τετρώρου μέγαν τε καὶ ὑπεραίροντα ἀνθρώπους ὅπλα μὲν ἐνδεδυκότα ἀρήια γίγαντος, οἶμαί, τινος, τὸ γὰρ ὑπὲρ ἄνθρωπον τοῦθʼ ἡγεῖσθαι δίδωσι, θυμοῦ δὲ τὸ πρόσωπον πλήρη καὶ μόνον οὐ πῦρ ἐξιέντα τῶν ὀφθαλμῶν λαμπάδιόν τε τῇ δεξιᾷ αἰωροῦντα, ἐμπρήσειν γὰρ αὐτοῖς πλωτῆρσι τὴν Ἀργώ, τὸ δόρυ δὲ αὐτῷ ὑπὲρ τὴν ἄντυγα τοῦ δίφρου πρόχειρον ἵσταται. τί δὴ ποθεῖς τῶν γεγραμμένων ʽἔτἰ; ἢ τὸ τῶν ἵππων; μυκτῆρες μὲν ἀναπεπταμένοι τούτοις καὶ ἀνεστηκὼς αὐχὴν βολαί τε ὀφθαλμῶν ἕτοιμοι ἄλλως τε καὶ ἐνεργοὶ νῦν οὖσαι, δίδωσι γὰρ τουτὶ θεωρεῖν ἡ γραφή, τὸ δὲ ἆσθμα ἐξαιματτομένων ἐς τὸν δρόμον τῇ μάστιγι ὑπὸ τοῦ Ἀψύρτου, παραβατεῖν γὰρ τοῦτόν φασι τῷ Αἰήτῃ, ὑπὸ παντὸς ἑλκόμενον τοῦ στέρνου καὶ ἡ τῶν τροχῶν δίνη μόνον οὐ προσβαλοῦσα τῷ ἁρματείῳ σύρματι τὰς ἀκοὰς τὸ τάχος δίδωσι γιγνώσκειν. ἡ γὰρ διανισταμένη κόνις καὶ ἵδρωσις ἐπανθοῦσα τοῖς ἵπποις ἀμυδρὰν τῆς χρόας ποιεῖ τὴν διάσκεψιν.