Thesauros Edebiyat rhetoric Εἰκόνες

Εἰκόνες

Εἰκόνες Philostratus b. ca. 220
1 α. ἡ κομῶσα τῇ σχοίνῳ ἡρωίνη, ὁρᾷς γάρ που τὴν ὑπὸ τῷ ὄρει στιφρὰν τὸ εἶδος καὶ ἐσταλμένην κυανῷ, Σκῦρος, ὦ παῖ, νῆσος, ἣν ὁ θεῖος Σοφοκλῆς ἀνεμώδεα καλεῖ. ἔστι δʼ αὐτῇ καὶ πτόρθος ἐλαίας ἐν ταῖν χεροῖν καὶ ἀμπέλου κλῆμα, ὁ δʼ ὑπὸ τοῖς πρόποσι τοῦ ὄρους πύργος, παρθενεύονται ἐνταῦθα αἱ τοῦ Λυκομήδους κόραι ξὺν τῇ δοκούσῃ παρὰ Θέτιδος ἥκειν, τὸ γάρ τοι Μοιρῶν ἐπὶ τῷ παιδὶ δόγμα τοῦ πατρὸς Νηρέως ἡ Θέτις μαθοῦσα καὶ ὡς ἐπʼ ἄμφω πεπρωμένον αὐτῷ εἴη ἢ ζῆν ἀκλεῶς ἢ εὐκλεᾶ γενόμενον τάχιστα τελευτᾶν, ἀπόθετος αὐτῇ ὁ παῖς ξὺν ταῖς Λυκομήδους θυγατράσιν ἐν Σκύρῳ κρύπτεται κόρη μὲν εἶναι δοκῶν ταῖς ἄλλαις, μίαν δὲ αὐτῶν τὴν πρεσβυτάτην ξὺν ἀπορρήτῳ γνοὺς ἔρωτι, καὶ προιών γε ἐς τόκου ὥραν ὁ χρόνος τὸν Πύρρον ἐκδώσει. ἀλλʼ οὐκ ἐνταῦθα ταῦτα. λειμὼν δὲ πρὸ τοῦ πύργου, ἐπιτήδειος γὰρ ὁ τόπος τῆς νήσου κόραις ἀνθέων ἀφθονίαν δοῦναι καὶ ὁρᾷς γε, ὡς ἄλλη ἀλλαχόσε ἀποσκίδνανται τὰ ἄνθη ἀποκείρουσαι. κάλλος μὲν οὖν ἀμήχανον ἁπασῶν, ἀλλʼ αἱ μὲν ἀτεχνῶς ἐς θήλειαν ὥραν ἀποκλίνουσι βολαῖς τε ὀφθαλμῶν ἁπαλὰ ἐκβλεπούσαις καὶ παρειᾶς ἄνθει καὶ τῇ πρὸς ἕκαστα ὁρμῇ εὖ μάλα τὸ θῆλυ ἐλέγχουσαι, ἡδὶ δὲ ἡ ἀναχαιτίζουσα τὴν κόμην καὶ βλοσυρὰ σὺν ἁβρότητι αὐτίκα μάλα διελεγχθήσεται τὴν φύσιν καὶ τὸ ξὺν ἀνάγκῃ ἐπίπλαστον ἐκδῦσα τὸν Ἀχιλλέα ἐκδείξει· λόγου γὰρ ἐς τοὺς Ἕλληνας ἐμπεσόντος τοῦ τῆς Θέτιδος ἀπορρήτου στέλλεται Διομήδης ξὺν Ὀδυσσεῖ ἐπὶ τὴν Σκῦρον διελέγξοντες, ὅπῃ ταῦτα ἔχει. ὁρᾷς δὲ ἄμφω τὸν μὲν καὶ βεβυθισμένον τὴν τῶν ὀφθαλμῶν ἀκτῖνα διὰ πανουργίαν, οἶμαι, καὶ τὸ διαθρεῖν τι ἀεί, ὁ δὲ τοῦ Τυδέως ἔμφρων μέν, ἕτοιμος δὲ τὴν γνώμην καὶ τὸ δραστήριον προτείνων. κατόπιν δὲ αὐτῶν καὶ ὁ τῇ σάλπιγγι σημαίνων τί δὴ βούλεται, καὶ τί τὸ ἦθος τῆς γραφῆς; σοφὸς ὢν Ὀδυσσεὺς καὶ ἱκανὸς τῶν ἀδήλων θηρατὴς πρὸς τὸν τῶν θηρωμένων ἔλεγχον μηχανᾶται τὰ νῦν· ῥίψας γὰρ ἐς τὸν λειμῶνα ταλάρους τε καὶ ὅσα παισὶ κόραις ἐς παιδιὰν εὐπρεπῆ, καὶ πανοπλίαν, αἱ μὲν οὖν Λυκομήδους ἐς τὸ οἰκεῖον χωροῦσιν, ὁ δὲ τοῦ Πηλέως ταλάροις μὲν καὶ κερκίσι χαίρειν λέγει παραλιπὼν αὐτὰ ταῖς κόραις ἤδη, ἐς δὲ τὴν πανοπλίαν ὁρμήσας γυμνοῦταί τε τὸ ἐντεῦθεν —

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi