1
[β.] ὁ δὲ Πύρρος οὐκ ἄγροικος ἔτι, οὐδʼ ἐν αὐχμῷ σφριγῶν, οἷα βουκόλων νεανιεύματα, ἀλλʼ ἤδη στρατιώτης. ἔστη μὲν γὰρ ἀκοντίῳ ἐπερείσας ἑαυτὸν καὶ ἀποβλέπων ἐς τὴν ναῦν, ἐσθὴς δὲ αὐτῷ φοινικὶς ἐξ ὤμου ἄκρου ἐς τὴν ἀριστερὰν ἀνειλημμένη χεῖρα καὶ λευκὸς ὑπὲρ γόνυ χιτών, τὸ δὲ ὄμμα αὐτῷ γοργὸν μέν, οὐκ ἐν ὁρμῇ δέ, ἀλλʼ ἐν ἀναβολαῖς ἔτι τῷ ἀσχάλλειν τῇ τριβῇ καὶ ἀνατυποῖ τι ἡ γνώμη τῶν ἐν Ἰλίῳ μικρὸν ὕστερον. ἡ κόμη νῦν μὲν ἡσυχάζοντος ἐπικρέμαται τῷ μετώπῳ, ὁρμήσαντος δὲ ἀτακτήσει συναπονεύουσα ταῖς τοῦ θυμοῦ κινήσεσιν. αἱ δὲ ἀνασκιρτῶσαι ἄνετον αἶγες καὶ τὰ ἀτακτοῦντα βουκόλια καὶ ἡ ἐν μέσοις ἐρριμμένη κορύνη σὺν καλαύροπι τοιοῦδε, ὦ παῖ, λόγου ἔχεται· ἀχθόμενος τῇ μητρὶ καὶ τῷ πάππῳ τῆς ἐν τῇ νήσῳ ἕδρας, ἐπειδὴ ἐπʼ Ἀχιλλεῖ τεθνεῶτι δείσαντες περὶ τῷ παιδὶ ἀπώμοτον ἐποιήσαντο τὴν τοῦ Πύρρου ἔξοδον, αἰπολίοις τε καὶ βουσὶν ἑαυτὸν ἐφίστησιν ἀπαυχενίζων τοὺς ἀτιμάζοντας τὴν ἀγέλην ταύρους, οἳ δὴ πρὸς τῷ ἐν δεξιᾷ ἐνδείκνυνται ὄρει. λογίου δὲ ἐς τοὺς Ἕλληνας ἐμπεσόντος, ὡς οὐκ ἄλλῳ τῳ ἁλωτὸς ἔσοιτο ἡ Τροία πλὴν τοῖς Αἰακίδαις, στέλλεται ὁ Φοῖνιξ ἐς τὴν Σκῦρον ἀνάξων τὸν παῖδα, καὶ καθορμισάμενος ἐντυγχάνει οἱ οὐκ εἰδότι οὐκ εἰδὼς πλὴν ὅσα τὸ ἁβρόν τε καὶ ἁδρὸν τοῦ εἴδους ὑπεδείκνυ αὐτὸν Ἀχιλλέως εἶναι παῖδα. κἀντεῦθεν γνωρίσας, ὃς εἴη, ἔκπυστος γίγνεται τῷ τε Λυκομήδει καὶ τῇ Δηιδαμείᾳ. ταῦθʼ ἡ τέχνη βραχεῖ τούτῳ γράμματι ἀναδιδάσκειν ἡμᾶς ἐθέλει, γέγραπται δὲ ὡς καὶ ποιηταῖς ᾠδὴν παρασχεῖν.
ΜΑΡΣΥΑΣ.