Kitap 1
12
ιβ. — τὰ δὲ ἐπὶ τῇ ὄχθῃ γύναια παραβοῶσι, παρακαλεῖν δὲ καὶ τοὺς ἵππους ἐοίκασι μὴ ῥῖψαι τὰ παιδία, μηδὲ ἀποπτύσαι τὸν χαλινόν, ἑλεῖν δὲ καὶ συμπατῆσαι τὰ θηρία, οἱ δὲ ἀκούουσιν, οἶμαι, καὶ ποιοῦσι ταῦτα. θηράσαντας δὲ αὐτοὺς καὶ δαῖτα ᾑρηκότας διαπορθμεύει ναῦς ἀπὸ τῆς Εὐρώπης ἐς τὴν Ἀσίαν σταδίους μάλιστά που τέτταρας, τουτὶ γὰρ τὸ ἐν μέσῳ τοῖν ἐθνοῖν, καὶ αὐτερέται πλέουσιν· ἰδοὺ καὶ πεῖσμα βάλλονται, δέχεται δὲ αὐτοὺς οἰκία μάλα ἡδεῖα θαλάμους ὑποφαίνουσα καὶ ἀνδρῶνας καὶ θυρίδων ἴχνη, καὶ τεῖχος δὲ περιβέβληται καὶ ἐπάλξεις ἔχει. τὸ δὲ κάλλιστον αὐτῆς, ἡμίκυκλος περιέστηκε στοὰ τῇ θαλάττῃ κιρροειδὴς ὑπὸ τοῦ ἐν αὐτῇ λίθου. γένεσις ἐκ πηγῶν τῷ λίθῳ, θερμὸν γὰρ νᾶμα ὑπεκρέον τὰ τῆς κάτω Φρυγίας ὄρη καὶ τὸ ῥεῦμα ἐς τὰς λιθοτομίας ἐσάγον ὑπόμβρους ἐργάζεται τῶν πετρῶν ἐνίας καὶ ὑδατώδη ποιεῖ τὴν ἔκφυσιν τῶν λίθων, ὅθεν αὐτῶν καὶ πολλὰ τὰ χρώματα· θολερὸν μὲν γάρ, ἔνθα λιμνάζει, καὶ κιρροειδὲς δίδωσι, καθαρὸν δὲ ὅπου, κρυσταλλοειδὲς ἐκεῖθεν καὶ ποικίλλει τὰς πέτρας ἐν πολλαῖς διαπινόμενον ταῖς ὀπαῖς. ἡ ἀκτὴ δὲ ὑψηλὴ καὶ τοιοῦδε μύθου φέρει σύμβολα· κόρη καὶ παῖς ἄμφω καλὼ καὶ φοιτῶντε ταὐτῷ διδασκάλῳ προσεκαύθησαν ἀλλήλοις καὶ περιβάλλειν οὐκ οὔσης ἀδείας ὥρμησαν ἀποθανεῖν ἀπὸ ταυτησὶ τῆς πέτρας κἀντεῦθεν ἤρθησαν ἐς τὴν θάλατταν ἐν ὑστάταις καὶ πρώταις περιβολαῖς, καὶ ὁ Ἔρως ἐπὶ τῇ πέτρᾳ τείνει τὴν χεῖρα ἐς τὴν θάλατταν, ὑποσημαίνων τὸν μῦθον ὁ ζωγράφος. ἡ δὲ ἐφεξῆς οἰκία, χηρεύει τι γύναιον ἐξεληλυθὸς τοῦ ἄστεος διʼ ὄχλον νέων, ἁρπάσεσθαι γὰρ αὐτὸ ἔφασαν καὶ ἀφειδῶς ἐκώμαζον καὶ δώροις ἐπείρων. ἡ δʼ, οἶμαι, κομψόν τι ἐς αὐτοὺς ἔχουσα κνίζει τὰ μειράκια καὶ δεῦρο ὑπεξελθοῦσα οἰκεῖ τὴν ἐχυρὰν ταύτην οἰκίαν. σκέψαι γὰρ ὡς ὠχύρωται· κρημνὸς τῇ θαλάττῃ ἐφέστηκε τὰ μὲν κλυζόμενα ὑπωλισθηκώς, τὰ δὲ ἄνω προεκκείμενος ἔφαλόν τινα ταύτην ἀνέχων οἰκίαν, ὑφʼ ἧς καὶ ἡ θάλαττα κυανωτέρα φαίνεται καθιεμένων ἐς αὐτὴν τῶν ὀφθαλμῶν, καὶ ἡ γῆ παρέχεται τὰ νεὼς πάντα πλὴν τοῦ κινεῖσθαι. ἐς τοῦτο ἥκουσαν τὸ φρούριον οὐδὲ ὣς ἀπολελοίπασιν αὐτὴν οἱ ἐρῶντες, ἀλλʼ ὁ μὲν κυανόπρωρον, ὁ δὲ χρυσόπρωρον, ὁ δὲ ἄλλος ἄλλο τι τῶν ποικίλων ἀκατίων ἐμβεβηκὼς πλεῖ, καὶ ὁ κῶμος αὐτὸς καλοί τε καὶ ἐστεφανωμένοι, καὶ ὁ μὲν αὐλεῖ, ὁ δὲ κροτεῖν φησιν, ὁ δὲ ᾅδει, οἶμαι, στεφάνους δὲ ἀναρριπτοῦσι καὶ φιλήματα, καὶ οὐδὲ ἐρέττουσιν, ἀλλὰ ἐπέχουσι τὴν εἰρεσίαν καὶ ὑφορμίζονται τῷ κρημνῷ. τὸ δὲ γύναιον ἀπὸ τῆς οἰκίας οἷον ἐκ περιωπῆς ὁρᾷ ταῦτα καὶ γελᾷ κατὰ τοῦ κώμου, χλιδῶσα ἐς τοὺς ἐρῶντας ὡς οὐ πλεῖν μόνον, ἀλλὰ καὶ νεῖν ἀναγκάζουσα. καὶ ποίμναις ἐντεύξῃ προχωρῶν καὶ μυκωμένων ἀκούσῃ βοῶν καὶ συρίγγων βοὴ περιηχήσει σε καὶ κυνηγέταις ἐντεύξῃ καὶ γεωργοῖς καὶ ποταμοῖς καὶ λίμναις καὶ πηγαῖς — ἐκμέμακται γὰρ ἡ γραφὴ καὶ τὰ ὄντα καὶ τὰ γιγνόμενα καὶ ὡς ἂν γένοιτο ἔνια, οὐ διὰ πλῆθος αὐτῶν ῥᾳδιουργοῦσα τὴν ἀλήθειαν, ἀλλʼ ἐπιτελοῦσα τὸ ἑκάστου οἰκεῖον, ὡς ἂν εἰ καὶ ἕν τι ἔγραφεν — ἔς τʼ ἂν ἐφʼ Ἱερὸν ἀφικώμεθα. καὶ τὸν ἐκεῖ νεών, οἶμαι, ὁρᾷς, καὶ στήλας, αἳ περιίδρυνται αὐτῷ, καὶ τὸν ἐπὶ τῷ στόματι πυρσόν, ὃς ἤρτηται ἐς φρυκτωρίαν τῶν νεῶν, αἳ πλέουσιν ἐκ τοῦ Πόντου.