Thesauros Edebiyat rhetoric Εἰκόνες

Εἰκόνες

Εἰκόνες Philostratus the Lemnian 3rd cent

Kitap 1

12 τί οὖν οὐκ ἐπʼ ἄλλο ἄγεις; ἱκανῶς γάρ μοι τὰ τοῦ Βοσπόρου διανενόηται. τί φήσεις; λέλοιπέ με τὸ τῶν ἁλιέων, ὃ κατʼ ἀρχὰς ἐπηγγειλάμην. ἵνʼ οὖν μὴ περὶ μικρῶν διεξίοιμεν, ἀλλὰ περὶ ὧν λέγειν ἄξιον, τοὺς μὲν καλάμῳ θηρῶντας ἢ κύρτῳ τεχνάζοντας ἢ εἴ τις ἀνιμᾷ δίκτυον ἢ ἐναράττει τρίαιναν, ἀφέλωμεν τοῦ λόγου, σμικρὰ γὰρ ἀκούσῃ περὶ αὐτῶν καὶ φανεῖταί σοι μᾶλλον ἡδύσματα τῆς γραφῆς, τοὺς δὲ ἐπιχειροῦντας τοῖς θύννοις ἴδωμεν, ἄξιοι γὰρ οὗτοι λόγου διὰ μέγεθος τῆς θήρας. φοιτῶσιν οἱ θύννοι τῇ ἔξω θαλάττῃ παρὰ τοῦ Πόντου γένεσιν ἐν αὐτῷ σχόντες καὶ νομὰς τὰς μὲν ἰχθύων, τὰς δὲ ἰλύων καὶ χυμῶν ἑτέρων, οὓς Ἴστρος ἐς αὐτὸν φέρει καὶ Μαιῶτις, ὑφʼ ὧν γλυκερώτερος καὶ ποτιμώτερος ἄλλης θαλάττης ὁ Πόντος. νέουσι δὲ οἷον στρατιωτῶν φάλαγξ ἐπὶ ὀκτὼ καὶ ἐφʼ ἑκκαίδεκα καὶ δὶς τόσοι, καὶ ὑποκυματίζουσιν ἀλλήλοις, ἄλλος ἄλλῳ ἐπινέοντες, τοσοῦτον βάθος, ὅσον αὐτῶν τὸ εὖρος. ἰδέαι μὲν οὖν, καθʼ ἃς ἁλίσκονται, μυρίαι, καὶ γὰρ σιδηρὸν ἔστιν ἐπʼ αὐτοὺς θήξασθαι καὶ φάρμακα ἐπιπάσαι καὶ σμικρὸν ἤρκεσε δίκτυον, ὅτῳ ἀπόχρη καὶ σμικρόν τι τῆς ἀγέλης, ἀρίστη δὲ ἥδε ἡ θήρα· σκοπιωρεῖται γάρ τις ἀφʼ ὑψηλοῦ του ξύλου ταχὺς μὲν ἀριθμῆσαι, τὴν δὲ ὄψιν ἱκανός, δεῖ γὰρ αὐτῷ πεπηγέναι μὲν τοὺς ὀφθαλμοὺς ἐς τὴν θάλατταν, ἐξικνεῖσθαι δὲ πορρωτάτω, κἂν ἐμβάλλοντας τοὺς ἰχθῦς ἴδῃ, βοῆς τε ὡς μεγίστης δεῖ αὐτῷ πρὸς τοὺς ἐν τοῖς ἀκατίοις, καὶ τὸν ἀριθμὸν λέγει καὶ τὰς μυριάδας αὐτῶν, οἱ δὲ ἀποφράξαντες αὐτοὺς βαθεῖ καὶ κλειστῷ δικτύῳ δέχονται λαμπρὰν ἄγραν, ὑφʼ ἧς καὶ πλουτεῖν ἕτοιμον τῷ τῆς θήρας ἡγεμόνι. βλέπε πρὸς τὴν γραφὴν ἤδη, κατόψει γὰρ αὐτὰ καὶ δρώμενα· ὁ μὲν σκοπιωρὸς ἐς τὴν θάλατταν βλέπει διαπέμπων τοὺς ὀφθαλμοὺς ἐς τὴν τοῦ ἀριθμοῦ σύλληψιν, ἐν γλαυκῷ δὲ τῷ τῆς θαλάττης ἄνθει τὰ τῶν ἰχθύων χρώματα μέλανες μὲν οἱ ἄνω δοκοῦσιν, ἧττον δὲ οἱ ἐφεξῆς, οἱ δὲ μετʼ ἐκείνους ἤδη παραψεύδονται τὴν ὄψιν, εἶτα σκιώδεις, εἶτα ὑδαρεῖς ὑπονοῆσαι, καταβαίνουσα γὰρ ἐς τὸ ὕδωρ ἡ ὄψις ἀμβλύνεται διακριβοῦν τὰ ἐν αὐτῷ. ὁ δὲ τῶν ἁλιέων δῆμος ἡδεῖς καὶ ξανθοὶ τὴν χρόαν ὑπὸ τοῦ θέρεσθαι καὶ ὁ μὲν τὴν κώπην ζεύγνυσιν, ὁ δὲ ἐρέττει μάλα διεξῳδηκότι τῷ βραχίονι, ὁ δὲ ἐπικελεύεται τῷ πέλας, ὁ δὲ παίει τὸν μὴ ἐρέττοντα, βοὴ δὲ ἦρται τῶν ἁλιέων, ἐμπεπτωκότων ἤδη τῶν ἰχθύων ἐς τὸ δίκτυον, καὶ τοὺς μὲν ᾑρήκασι, τοὺς δὲ αἱροῦσιν. ἀμηχανοῦντες δέ, ὅ τι χρήσονται τῷ πλήθει καὶ παρανοίγουσι τοῦ δικτύου καὶ συγχωροῦσιν ἐνίους διαφυγεῖν καὶ διεκπεσεῖν, τοσοῦτον ἐς τὴν θήραν τρυφῶσιν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi