Thesauros Edebiyat rhetoric Ἐγκώμιον εἰς τὸν αὐτοκράτορα Κωνστάντιον

Ἐγκώμιον εἰς τὸν αὐτοκράτορα Κωνστάντιον

Ἐγκώμιον εἰς τὸν αὐτοκράτορα Κωνστάντιον Julian Emperor of Rome 331-363
9 καὶ τὸ μὲν σῶμα διὰ τῶν ἑκουσίων πόνων πρὸς τοὺς ἀκουσίους εὖ ἔχειν παρεσκεύασας, τῇ ψυχῇ δὲ ἡγεῖτο μὲν ἡ τῶν λόγων μελέτη καὶ τὰ προσήκοντα τοῖς τηλικούτοις μαθήματα. ὅπως δὲ μὴ παντάπασιν ἀγύμναστος ᾖ μηδὲ καθάπερ ᾅσματα καὶ μύθους τοὺς ὑπὲρ τῶν ἀρετῶν ἐπακούῃ λόγους, ἔργων δὲ ἀγαθῶν καὶ πράξεων ἄπειρος οὖσα τὸν τοσοῦτον διαμείνῃ χρόνον, καθάπερ ὁ γενναῖος ἠξίωσε Πλάτων οἱονεὶ πτερὰ τοῖς παισὶ χαριζόμενον καὶ ἐπὶ τοὺς ἵππους ἀναβιβάζοντα ἄγειν εἰς τὰς μάχας, θεατὰς ἐσομένους ὧν οὐκ εἰς μακρὰν ἀγωνιστὰς ἐχρῆν καταστῆναι, πατέρα τὸν σὸν διανοηθέντα φαίην ἂν εἰκότως τοῖς Κελτῶν ἔθνεσιν ἐπιστῆσαί σε φύλακα καὶ βασιλέα, μειράκιον ἔτι, μᾶλλον δὲ παῖδα κομιδῇ τῷ χρόνῳ, ἐπεὶ τῇ γε συνέσει καὶ ῥώμῃ τοῖς καλοῖς κἀγαθοῖς ἀνδράσιν ἐνάμιλλον ἤδη. τοῦ μὲν ἀκίνδυνον γενέσθαι σοι τὴν πολεμικὴν ἐμπειρίαν ὁ πατὴρ προυνόησε καλῶς, εἰρήνην ἐπιτάξας πρὸς τοὺς ὑπηκόους ἄγειν τοῖς βαρβάροις· μάχεσθαι δὲ ἀναπείθων καὶ στασιάζειν πρὸς ἀλλήλους, ἐν ταῖς ἐκείνων συμφοραῖς καὶ τοῖς σώμασι στρατηγικὴν ἐδίδασκε τέχνην, ἀσφαλέστερον βουλευόμενος τοῦ σοφοῦ Πλάτωνος. τῷ μὲν γάρ, εἰ πεζὸς ἐπέλθοι πολεμίων στρατός, οἱ παῖδες θεαταὶ καὶ κοινωνοὶ τῶν ἔργων, ἤν που δεηθῶσι, τοῖς πατράσι γένοιντʼ ἄν· κρατούντων δὲ ἱππεῦσι τῶν πολεμίων, ὥρα μηχανᾶσθαι τοῖς μειρακίοις σωτηρίας τρόπον δυσεπινόητον. τὸ δὲ ἐν ἀλλοτρίοις κινδύνοις τοὺς παῖδας ἐθίζειν πολεμίων ἀνέχεσθαι καὶ πρὸς τὴν χρείαν ἀρκούντως καὶ πρὸς τὴν ἀσφάλειαν δοκεῖ βεβουλεῦσθαι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi