9
Οὐκοῦν ἐπειδὴ τὰ παρὰ τούτοις ἐδιδάχθης καλῶς, ἐπὶ τὴν ἑτέραν ἤπειρον μετιὼν τοῖς Παρθυαίων καὶ Μήδων ἔθνεσιν ἀντετάχθης μόνος. ὑποτυφομένου δὲ ἤδη τοῦ πολέμου καὶ οὐκ εἰς μακρὰν μέλλοντος ἀναρριπίζεσθαι, ταχέως καὶ τούτου κατέγνως τὸν τρόπον, καὶ τὴν τῶν ὅπλων ἰσχὺν ἐμιμήσω, καὶ πρὸς τὴν ὥραν τοῦ θέρους εἴθισας καρτερεῖν τὸ σῶμα. πυνθάνομαι δὲ Ἀλκιβιάδην μόνον ἐξ ἁπάντων Ἑλλήνων οὕτως εὐφυῶς μεταβολὰς ἐνεγκεῖν, ὡς καὶ μιμήσασθαι πρῶτον μὲν τὴν τῶν Λακεδαιμονίων ἐγκράτειαν, ἐπειδὴ Σπαρτιάταις αὑτὸν ἐδεδώκει, εἶτα Θηβαίους, καὶ Θρᾴκας ὕστερον, καὶ ἐπὶ τέλει τὴν τῶν Περσῶν τρυφήν. ἀλλʼ ἐκεῖνος μὲν τοῖς χωρίοις συμμεταβάλλων καὶ τὸν τρόπον ἀνεπίμπλατο πολλῆς δυσχερείας καὶ τὸ πάτριον ἐκινδύνευε παντελῶς ἀποβαλεῖν, σὺ δὲ τῆς μὲν ἐγκρατοῦς διαίτης ᾤου δεῖν ἔχεσθαι πανταχοῦ, ἐθίζων δὲ τὸ σῶμα τοῖς πόνοις πρὸς τὰς μεταβολὰς ῥᾷον ἤνεγκας τὴν ἐκ Γαλατῶν εἰς Παρθυαίους ἄνοδον ἢ τῶν πλουσίων οἱ ταῖς ὥραις τὴν οἴκησιν συμμεταβάλλοντες, εἰ παρὰ τὸν καιρὸν βιασθεῖεν. καί μοι δοκεῖ θεὸς εὐμενὴς πρὸς τὴν τῶν ὅλων ἡγεμονίαν ἐξ ἀρχῆς τὴν σὴν ἀρετὴν παρασκευάζειν ἐθέλων, κύκλῳ σε περιαγαγεῖν καὶ ἐπιδεῖξαι τῆς ἀρχῆς ἁπάσης ὅρους καὶ πέρατα καὶ φύσιν χωρίων καὶ μέγεθος χώρας καὶ δύναμιν ἐθνῶν καὶ πλῆθος πόλεων καὶ φύσιν δήμων καὶ τὸ κράτιστον αὐτῶν ἐκείνων τὴν περιουσίαν ὧν οὐδενὸς ἀπολελεῖφθαι χρὴ τὸν πρὸς τοσαύτην ἀρχὴν τρεφόμενον.