14
μέλλων δὲ ἔτι δὴ τῶν πρὸς αὐτοὺς ἀγώνων γενομένων σοι πολλάκις ἅπτεσθαι τοσοῦτον ἀξιῶ σκοπεῖν τοὺς ἀκροωμένους, ὅτι τοῦ τρίτου μορίου τῆς ἀρχῆς καθεστὼς κύριος οὐδαμῶς πρὸς τὸν πόλεμον ἐρρῶσθαι δοκοῦντος, οὐχ ὅπλοις, οὐκ ἀνδράσι τοῖς στρατευομένοις, οὐδενὶ τῶν ἄλλων, ὅσα πρὸς τηλικοῦτον πόλεμον ἐχρῆν ἐπιρρεῖν ἄφθονα, πρὸς τούτοις δὲ οὐδὲ τῶν ἀδελφῶν σοι δι’ ἁσδηποτοῦν αἰτίας τὸν πόλεμον ἐλαφρυνόντων· καὶ οὐκ ἔστιν οὐδεὶς οὕτως ἀναίσχυντος οὐδὲ βάσκανος συκοφάντης, ὃς οὐκ αἰτιώτατον γενέσθαι σὲ τῆς πρὸς ἐκείνους ὁμονοίας φήσει· ὄντος δὲ οἶμαι τοῦ πολέμου καθʼ αὑτὸν δυσχεροῦς, τὰ τῶν στρατοπέδων πρὸς τὴν μεταβολὴν διεταράττετο, τὸν μὲν παλαιὸν σφῶν ἡγεμόνα ποθεῖν ἐκβοῶντες, ὑμῶν δὲ ἄρχειν ἐθέλοντες· καὶ ἄλλα μυρία ἄτοπα καὶ δυσχερῆ πανταχόθεν ἀναφυόμενα χαλεπωτέρας τὰς ὑπὲρ τοῦ πολέμου παρεῖχεν ἐλπίδας· Ἀρμένιοι παλαιοὶ σύμμαχοι στασιάζοντες καὶ μοῖρα σφῶν οὐ φαύλη Πέρσαις προσθέμενοι, τὴν ὅμορον σφίσι λῃσταῖς κατατρέχοντες· καὶ ὅπερ ἐν τοῖς παροῦσιν ἐφαίνετο μόνον σωτήριον, τὸ σὲ τῶν πραγμάτων ἔχεσθαι καὶ βουλεύεσθαι, τέως οὐχ ὑπῆρχε διὰ τὰς πρὸς τοὺς ἀδελφοὺς ἐν Παιονίᾳ συνθήκας, ἃς αὐτὸς παρὼν οὕτω διῴκησας, ὡς μηδεμίαν ἀφορμὴν ἐκείνοις παρασχεῖν μέμψεως. μικροῦ με ἔλαθεν ἡ τῶν πράξεων ἀρχὴ διαφυγοῦσα καλλίων ἁπασῶν ἢ ταῖς καλλίσταις ἐξ ἴσης θαυμαστή. τὸ γὰρ ὑπὲρ τοσούτων πραγμάτων βουλευόμενον μηδὲν ἐλαττοῦσθαι δοκεῖν, εἰ τοῖς ἀδελφοῖς τὸ πλέον ἔχειν ἑκὼν συγχωροίης, σωφροσύνης καὶ μεγαλοψυχίας μέγιστον ἂν εἴη σημεῖον. νῦν δὲ εἰ μέν τις τὴν πατρῴαν οὐσίαν πρὸς τοὺς ἀδελφοὺς νεμόμενος ἑκατὸν ταλάντων, κείσθω δέ, εἰ βούλει, τοσούτων ἄλλων, εἶτα ἔχων πεντήκοντα μναῖς ἔλαττον ἠγάπησε δή, καὶ μικροῦ παντελῶς ἀργυρίου τὴν πρὸς ἐκείνους ὁμόνοιαν ἀνταλλαξάμενος, ἐπαίνων ἂν ἐδόκει καὶ τιμῆς ἄξιος ὡς χρημάτων κρείττων, ὡς εὔβουλος φύσει, ξυνελόντι δὲ εἰπεῖν, ὡς καλὸς κἀγαθός. ὁ δὲ ὑπὲρ τῆς τῶν ὅλων ἀρχῆς οὕτω μεγαλοψύχως καὶ σωφρόνως δοκῶν βεβουλεῦσθαι, ὡς τὸν μὲν ἐκ τῆς ἐπιμελείας αὑτῷ μείζονα μὴ προσθεῖναι πόνον, τῶν δὲ ἐκ τῆς ἀρχῆς προσόδων ἑκὼν ὑφίεσθαι ὑπὲρ ὁμονοίας καὶ τῆς πρὸς ἀλλήλους Ῥωμαίων ἁπάντων εἰρήνης, πόσων ἐπαίνων ἄξιον κρινεῖ τις; οὐ μὴν οὐδὲ ἐκεῖνο λέγειν ἔνεστιν ἐνταῦθα, ὡς καλῶς μέν, ἀλυσιτελῶς δέ· λυσιτελὲς μὲν γὰρ οὐδέν, ὅ, τι μὴ τὸ αὐτὸ καὶ καλόν, ἔμοιγε φαίνεται. ὅλως δὲ εἴ τινι καθʼ αὑτὸ τὸ συμφέρον ἐξετάζειν δοκεῖ, κρινέτω μὴ πρὸς ἀργύριον σκοπῶν μηδὲ προσόδους χωρίων ἀπαριθμούμενος, καθάπερ οἱ φιλάργυροι γέροντες ὑπὸ τῶν κωμῳδῶν ἐπὶ τὴν σκηνὴν ἑλκόμενοι, ἀλλὰ πρὸς τὸ μέγεθος τῆς ἀρχῆς καὶ τὴν ἀξίωσιν. φιλονεικῶν μὲν γὰρ ὑπὲρ τῶν ὁρίων καὶ δυσμενῶς ἔχων ἐκείνων ἂν ἦρξε μόνων ὧν ἔλαχεν, εἰ καὶ πλέον ἔχων ἀπῄει· ὑπερορῶν δὲ τῶν μικρῶν καὶ καταφρονήσας ἦρχε μὲν ἁπάσης μετὰ τῶν ἀδελφῶν τῆς οἰκουμένης, ἐπεμελεῖτο δὲ τοῦ λαχόντος μέρους, ἀπολαύων μὲν τελείας τῆς τιμῆς, μετέχων δὲ ἔλαττον τῶν ἐπʼ αὐτῇ πόνων.