Thesauros Edebiyat rhetoric Ἐγκώμιον εἰς τὸν αὐτοκράτορα Κωνστάντιον

Ἐγκώμιον εἰς τὸν αὐτοκράτορα Κωνστάντιον

Ἐγκώμιον εἰς τὸν αὐτοκράτορα Κωνστάντιον Julian Emperor of Rome 331-363
15 Ἀλλʼ ὑπὲρ μὲν τούτων καὶ αὖθις ἐξέσται διὰ μακροτέρων δηλῶσαι. ὅπως δὲ τῶν πραγμάτων ἐπεμελήθης, τοσούτων κύκλῳ περιστάντων μετὰ τὴν τοῦ πατρὸς τελευτὴν κινδύνων καὶ παντοδαπῶν πραγμάτων, θορύβου, πολέμου ἀναγκαίου, πολλῆς καταδρομῆς, συμμάχων ἀποστάσεως, στρατοπέδων ἀταξίας, ὅσα ἄλλα τότε δυσχερῆ κατελάμβανεν, ἴσως ἤδη διελθεῖν ἄξιον. ἐπειδὴ γάρ σοι τὰ τῶν συνθηκῶν μετὰ τῆς ἀρίστης ὁμονοίας διῴκητο, παρῆν δὲ ὁ καιρὸς τοῖς πράγμασιν ἐπιτάττων βοηθεῖν κινδυνεύουσι, πορείαις ταχείαις χρησάμενος ὅπως μὲν ἐκ Παιόνων ἐν Σύροις ὤφθης, οὐδὲ τῷ λόγῳ δεῖξαι ῥᾴδιον· ἀρκεῖ δὲ τοῖς ἐγνωκόσιν ἡ πεῖρα. ὅπως δὲ πρὸς τὴν παρουσίαν τὴν σὴν ἀθρόως ἅπαντα μεταβαλόντα καὶ μεταστάντα πρὸς τὸ βέλτιον οὐ μόνον τῶν ἐπικρεμασθέντων ἡμᾶς ἀπήλλαξε φόβων, ἀμείνους δὲ μακρῷ τὰς ὑπὲρ τῶν μελλόντων παρέσχεν ἐλπίδας, τίς ἂν ἀρκέσειε τῶν ἁπάντων εἴπεῖν; τὰ μὲν τῶν στρατοπέδων, πλησίον γενομένου μόνον, ἐπέπαυτο τῆς ἀταξίας καὶ μεθειστήκει πρὸς κόσμον, Ἀρμενίων δὲ οἱ προσθέμενοι τοῖς πολεμίοις εὐθὺς μετέστησαν, σοῦ τοὺς μὲν αἰτίους τῆς φυγῆς τῷ τῆς χώρας ἐκείνης ἄρχοντι παρ’ ἡμᾶς ἐξαγαγόντος, τοῖς φεύγουσι δὲ τὴν ἐς τὴν οἰκείαν κάθοδον ἀδεᾶ παρασκευάσαντος. οὕτω δὲ φιλανθρώπως τοῖς τε παρ’ ἡμᾶς ἀφικομένοις ἄρτι χρησαμένου καὶ τοῖς ἐκ τῆς φυγῆς μετὰ τοῦ σφῶν ἄρχοντος κατεληλυθόσι πρᾴως ὁμιλοῦντος, οἱ μέν, ὅτι καὶ πρότερον ἀπέστησαν, αὑτοὺς ἀπωλοφύραντο, οἱ δὲ τὴν παροῦσαν τύχην τῆς πρόσθεν ἠγάπων μᾶλλον δυναστείας. καὶ οἱ μὲν φεύγοντες ἔμπροσθεν ἔργῳ σωφρονεῖν ἔφασαν ἐκμαθεῖν, οἱ δὲ τοῦ μὴ μεταστῆναι τῆς ἀμοιβῆς ἀξίας τυγχάνειν. τοσαύτῃ δὲ ἐχρήσω περὶ τοὺς κατελθόντας ὑπερβολῇ δωρεῶν καὶ τιμῆς, ὥστε μηδὲ τοῖς ἐχθίστοις σφῶν εὖ πράττουσι καὶ τὰ εἰκότα τιμωμένοις ἄχθεσθαι μηδὲ βασκαίνειν. ταῦτα δὲ ἐν βραχεῖ καταστησάμενος καὶ τοὺς ἐξ Ἀραβίας λῃστὰς ἐπὶ τοὺς πολεμίους ταῖς πρεσβείαις τρέψας, ἐπὶ τὰς τοῦ πολέμου παρασκευὰς ἦλθες, ὑπὲρ ὧν οὐ χεῖρον ἐν βραχεῖ προειπεῖν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi