Thesauros Edebiyat rhetoric Ἐγκώμιον εἰς τὸν αὐτοκράτορα Κωνστάντιον

Ἐγκώμιον εἰς τὸν αὐτοκράτορα Κωνστάντιον

Ἐγκώμιον εἰς τὸν αὐτοκράτορα Κωνστάντιον Julian Emperor of Rome 331-363
18 Ἀλλʼ ὅπως μή τις ὑπολάβῃ με τούτων μὲν ἡδέως μεμνῆσθαι τῶν ἔργων, ὀκνεῖν δὲ ἐκεῖνα, περὶ ἃ καὶ τοῖς πολεμίοις πλεονεκτῆσαι παρέσχεν ἡ τύχη, μᾶλλον δὲ ἡ χώρα τὴν ἐκ τοῦ καιροῦ προσλαβοῦσα ῥοπήν, ὡς αἰσχύνην ἡμῖν, οὐχὶ δὲ ἔπαινον καὶ τιμὴν φέροντα, καὶ ὑπὲρ τούτων πειράσομαι δηλῶσαι διὰ βραχέων, οὐ πρὸς τὸ λυσιτελέστατον ἐμαυτῷ τοὺς λόγους πλάττων, τὴν ἀλήθειαν δὲ ἀγαπῶν ἐν πᾶσιν. ἧς εἴ τις ἑκὼν ἁμαρτάνοι, τὴν ἐκ τοῦ κολακεύειν αἰσχύνην οὐδαμῶς ἐκφεύγει, προστίθησι δὲ τοῖς ἐπαινουμένοις τὸ δοκεῖν μηδʼ ὑπὲρ τῶν ἄλλων εὖ ἀκούειν κατὰ τὴν ἀξίαν· ὃ παθεῖν εὐλαβησόμεθα. δείξει δὲ ὁ λόγος αὐτός, εἰ μηδαμοῦ τὸ ψεῦδος πρὸ τῆς ἀληθείας τετίμηκεν. οὐκοῦν εὖ οἶδα, ὅτι πάντες ἂν μέγιστον φήσειαν πλεονέκτημα τῶν βαρβάρων τὸν πρὸ τῶν Σιγγάρων πόλεμον. ἐγὼ δὲ ἐκείνην τὴν μάχην ἴσα μὲν ἐνεγκεῖν τοῖς στρατοπέδοις τὰ δυστυχήματα, δεῖξαι δὲ τὴν σὴν ἀρετὴν περιγενομένην τῆς ἐκείνων τύχης φαίην ἂν εἰκότως, καὶ ταῦτα στρατοπέδῳ χρησαμένου θρασεῖ καὶ τολμηρῷ καὶ πρὸς τὴν ὥραν καὶ τὴν τοῦ πνίγους ῥώμην οὐχ ὁμοίως ἐκείνοις συνήθει. ὅπως δὲ ἕκαστον ἐπράχθη, διηγήσομαι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi