Thesauros Edebiyat rhetoric Ἐγκώμιον εἰς τὸν αὐτοκράτορα Κωνστάντιον

Ἐγκώμιον εἰς τὸν αὐτοκράτορα Κωνστάντιον

Ἐγκώμιον εἰς τὸν αὐτοκράτορα Κωνστάντιον Julian Emperor of Rome 331-363
26 Ἆρ’ οὐ τούτῳ μὲν ἄμεινον καὶ δικαιότερον προσηνέχθης ἢ Κῦρος τῷ πάππῳ, τοῖς περὶ αὐτὸν δὲ τὰς τιμὰς διεφύλαξας οὐδὲν οὐδενὸς ἀφελόμενος, προσθεὶς δὲ οἶμαι δωρεὰς πολλοῖς; τίς δέ σʼ εἶδεν ἢ πρὸ τοῦ κρατῆσαι σκυθρωπὸν λίαν ἢ μετὰ τοῦθʼ ὑπερηδόμενον; καίτοι πῶς ἄξιον ἐπαινεῖν ἐστί σε δημηγόρον ἅμα καὶ στρατηγὸν ἢ βασιλέα χρηστὸν καὶ γενναῖον ὁπλίτην προσαγορεύοντας; ὃς πάλαι μὲν ἀπορραγὲν τὸ στρατηγεῖον ἀπὸ τοῦ βήματος ἐς ταὐτὸν πάλιν ἐπαναγαγεῖν ἠξίωσας σχῆμα, μιμούμενος οἶμαι Ὀδυσσέα καὶ Νέστορα καὶ τοὺς ἐξελόντας Καρχηδόνα Ῥωμαίων στρατηγούς, οἳ φοβερωτέρους αὑτοὺς ἀπὸ τοῦ βήματος τοῖς ἀδικοῦσιν ἢ τοῖς πολεμίοις ἐπὶ τῆς παρατάξεως ἀεὶ κατέστησαν. Δημοσθένους δὲ καὶ ὅστις τοῦτον ἐζήλωκε τὴν ἐν τοῖς λόγοις ἰσχὺν αἰδούμενος, τῷ τρόπῳ τῆς δημηγορίας οὔποτʼ ἂν ἀξιώσαιμι τῷ σῷ παραβαλεῖν τἀκείνων θέατρα. οὐ γὰρ ἐν τοῖς ὁπλίταις ἐδημηγόρουν οὐδὲ ὑπὲρ τοσούτων κινδυνεύοντες, ἀλλʼ ὑπὲρ χρημάτων ἢ τιμῆς ἢ δόξης, ἢ φίλοις συνερεῖν ἐπαγγειλάμενοι, ἀπῄεσαν οἶμαι πολλάκις ἀπὸ τοῦ βήματος, τοῦ δήμου θορυβήσαντος, ὠχροὶ καὶ τρέμοντες, ὥσπερ οἱ δειλοὶ τῶν πολεμίων ἐν ὄψει στρατηγοὶ παραταττόμενοι. καὶ οὐδεὶς ἂν εἰπεῖν ἔχοι τοσοῦτον ἔργον ἑτέρῳ πραχθὲν πώποτε καὶ τοσούτων ἐθνῶν κτῆσιν ἐκ δικαστηρίου, ἄλλως τε καὶ πρὸς ἄνδρα τῆς δίκης οὔσης οὐχ, ὡς οἱ πολλοί φασιν, εὐκαταφρόνητον, ἀλλὰ πολλαῖς μὲν στρατείαις γνώριμον, πρεσβύτην δὲ ἤδη καὶ τὴν ἐμπειρίαν ἐκ τοῦ χρόνου δοκοῦντα προσειληφέναι καὶ τῶν στρατοπέδων ἐκείνων ἄρχειν λαχόντα πολὺν ἤδη χρόνον. τίς οὖν ἡ ῥώμη γέγονε τῶν λόγων; τίς δὲ ἡ πειθὼ τοῖς χείλεσιν ἐπικαθημένη, ἡ παντοδαπῶν ἀνθρώπων συνειλεγμένων τὸ κέντρον ἐγκαταλιπεῖν ἰσχύσασα ταῖς ψυχαῖς, καὶ νίκην παρασχεῖν τῷ μεγέθει μὲν ἐνάμιλλον ταῖς ἐκ τῶν ὅπλων περιγινομέναις, εὐαγῆ δὲ καὶ καθαράν, ὥσπερ ἱερέως ἐς θεοῦ φοιτῶντος, ἀλλʼ οὐ βασιλέως ἐς πόλεμον, ἔργον γενομένην; καίτοι γε μὴν ταύτης εἰκόνα τῆς πράξεως μακρῷ λειπομένην καὶ Πέρσαι θρυλοῦσι, τοὺς Δαρείου παῖδας τοῦ πατρὸς τελευτήσαντος ὑπὲρ τῆς ἀρχῆς διαφερομένους δίκῃ τὰ καθʼ αὑτοὺς καὶ οὐ τῇ τῶν ὅπλων ἐπιτρέψαι κρίσει. σοὶ δὲ πρὸς μὲν τοὺς ἀδελφοὺς οὔτε ἐν τοῖς λόγοις οὔτε ἐν τοῖς ἔργοις ἀγὼν γέγονεν οὐδὲ εἷς· ἔχαιρες δὲ οἶμαι τῷ κοινὴν πρὸς ἐκείνους εἶναί σοι τὴν ἐπιμέλειαν μᾶλλον ἢ τῷ μόνος ἁπάντων γενέσθαι κύριος· πρὸς δὲ τὸν ἀσεβὲς μὲν ἢ παράνομον οὐδὲν εἰργασμένον, ἄπιστον δὲ τῇ γνώμῃ φανέντα ἐν ἐλέγχοις, οἳ τὴν ἀπιστίαν ἐκείνου δείξουσι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi