29
Ὃ δὴ καταμαθὼν ἐπανῆγες ἀπὸ τῶν δυσχωριῶν τὸ στράτευμα, εἵπετο δὲ ἐκεῖνος, διώκειν, οὐχὶ δὲ καταστρατηγεῖσθαι νομίσας, ἕως εἰς τὴν εὐρυχωρίαν ἄμφω κατέστητε. τῶν πεδίων δὲ τῶν πρὸ τῆς Μύρσης ὀφθέντων, ἐτάττοντο μὲν ἐπὶ κέρως ἱππεῖς ἑκατέρου πεζοί τε τε ἐν μέσῳ· ἔχων δὲ αὐτός, ὦ βασιλεῦ, τὸν ποταμὸν ἐν δεξιᾷ, τῷ λαιῷ τοὺς πολεμίους ὑπερβαλλόμενος ἐτρέψω μὲν εὐθέως καὶ διέλυσας τὴν φάλαγγα οὐδὲ τὴν ἀρχὴν συγκειμένην ὀρθῶς, ἅτε ἀνδρὸς ἀπείρου πολέμων καὶ στρατηγίας αὐτὴν κοσμήσαντος. ὁ δὲ τέως διώκειν ὑπολαμβάνων, οὐδὲ ἐς χεῖρας ἀφικόμενος, ἔφευγε καρτερῶς ἐκπλαγεὶς τὸν κτύπον τῶν ὅπλων, οὐδὲ τὸν ἐνυάλιον παιᾶνα τῶν στρατοπέδων ἐπαλαλαζόντων ἀδεῶς ἀκούων. διαλυθείσης δὲ οἱ στρατιῶται τῆς τάξεως συνιστάμενοι κατὰ λόχους πάλιν τὸν ἀγῶνα συνέβαλον, αἰσχυνόμενοι μὲν ὀφθῆναι φεύγοντες καὶ τὸ τέως ἄπιστον ἅπασιν ἀνθρώποις ἐφʼ αὑτῶν δεῖξαι συμβαῖνον, στρατιώτην Κελτόν, στρατιώτην ἐκ Γαλατίας τὰ νῶτα τοῖς πολεμίοις δείξαντα. οἱ βάρβαροι δὲ τὴν ἐπάνοδον ἀπεγνωκότες, εἰ πταίσειαν, ἢ κρατεῖν ἢ θνήσκειν δράσαντές τι δεινὸν τοὺς πολεμίους ἠξίουν. τοῖς μὲν οὖν ξὺν τῷ τυράννῳ τοσοῦτον περιῆν θράσους πρὸς τὰ δεινὰ καὶ τοῦ χωρεῖν ὁμόσε πολλὴ προθυμία.