Thesauros Edebiyat rhetoric Ἐγκώμιον εἰς τὸν αὐτοκράτορα Κωνστάντιον

Ἐγκώμιον εἰς τὸν αὐτοκράτορα Κωνστάντιον

Ἐγκώμιον εἰς τὸν αὐτοκράτορα Κωνστάντιον Julian Emperor of Rome 331-363
29 Οἱ δὲ τῶν ὅλων κρατήσαντες, αἰδούμενοι μὲν ἀλλήλους καὶ τὸν βασιλέα, παροξυνόμενοι δὲ ὑπὸ τῶν πάλαι κατορθωμάτων καὶ τῶν ἐν χερσὶ λαμπρῶν καὶ τέως ἀπίστων ἔργων, τέλος ἄξιον τοῖς προϋπηργμένοις ἐπιθεῖναι φιλοτιμούμενοι πάντα ὑπέμενον ἡδέως πόνον καὶ κίνδυνον. ὥσπερ οὖν ἄρτι τῆς παρατάξεως ἀρχομένης, συνιόντες πάλιν ἔργα τόλμης ἀπεδείκνυντο καὶ θυμοῦ γενναῖα, οἱ μὲν ὠθούμενοι περὶ τοῖς ξίφεσιν, ἄλλοι δὲ λαμβανόμενοι τῶν ἀσπίδων, καὶ τῶν ἱππέων ὁπόσους ἵπποι τρωθέντες ἀπεσείοντο πρὸς τοὺς ὁπλίτας μετεσκευάζοντο. ταῦτα ἔδρων οἱ ξὺν τῷ τυράννῳ τοῖς πεζοῖς ἐπιβρίσαντες· καὶ ἦν ὁ πόλεμος ἐξ ἴσης, ἕως οἱ θωρακοφόροι καὶ τὸ λοιπὸν τῶν ἱππέων πλῆθος, οἱ μὲν ἐκ τόξων βάλλοντες, ἄλλοι δὲ ἐπελαύνοντες τοὺς ἵππους, πολλοὺς μὲν ἔκτεινον, ἐδίωκον δὲ ἅπαντας καρτερῶς, τινὰς μὲν πρὸς τὸ πεδίον ὡρμηκότας φεύγειν, ὧν ἡ νὺξ ὀλίγους ἀπέσωσε μόλις, τὸ λοιπὸν δὲ ἐς τὸν ποταμὸν κατηνέχθη, καθάπερ βοῶν ἢ βοσκημάτων ἀγέλη συνελαυνόμενοι.
30 τοσαῦτα ἐκεῖνο τὸ στράτευμα τῆς τοῦ τυράννου δειλίας, οὐδὲν ἐκεῖνον ὀνῆσαν ἐκ τῆς ἀνδρείας τῆς αὑτοῦ, μάτην ἀπέλαυσε.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi