Thesauros Edebiyat rhetoric Ἐγκώμιον εἰς τὸν αὐτοκράτορα Κωνστάντιον

Ἐγκώμιον εἰς τὸν αὐτοκράτορα Κωνστάντιον

Ἐγκώμιον εἰς τὸν αὐτοκράτορα Κωνστάντιον Julian Emperor of Rome 331-363
30 Τρόπαιον δὲ ἀνέστησας ἐπὶ τῇ νίκῃ τοῦ πατρῴου λαμπρότερον. ὁ μὲν γὰρ τοὺς τέως ἀμάχους δοκοῦντας ἄγων ἐκράτει γέροντος δυστυχοῦς· σὺ δὲ ἡβῶσαν καὶ ἀκμάζουσαν οὐ τοῖς κακοῖς μόνον οἷς ἔδρα, τῇ νεότητι δὲ πλέον, τὴν τυραννίδα παρεστήσω, τοῖς ὑπὸ σοῦ παρασκευασθεῖσι στρατοπέδοις παραταξάμενος. τίς γὰρ εἰπεῖν ἔχει τῶν πρόσθεν αὐτοκρατόρων ἱππικὴν δύναμιν καὶ σκευὴν τῶν ὅπλων τοιαύτην ἐπινοήσαντα καὶ μιμησάμενον; ᾗ πρῶτος αὐτὸς ἐγγυμνασάμενος διδάσκαλος ἐγένου τοῖς ἄλλοις ὅπλων χρήσεως ἀμάχου. ὑπὲρ ἧς εἰπεῖν τολμήσαντες πολλοὶ τῆς ἀξίας διήμαρτον, ὥσθʼ ὅσοι τῶν λόγων ἀκούσαντες ὕστερον ἰδεῖν ηὐτύχησαν τὰς ἀκοὰς σαφῶς ἀπιστοτέρας ἔγνωσαν εἶναι τῶν ὀμμάτων. ἄπειρον γὰρ ἦγες ἱππέων πλῆθος, καθάπερ ἀνδριάντας ἐπὶ τῶν ἵππων ὀχουμένους, οἷς συνήρμοστο τὰ μέλη κατὰ μίμησιν τῆς ἀνθρωπίνης φύσεως· ἀπὸ μὲν τῶν ἄκρων καρπῶν ἐς τοὺς ἀγκῶνας, ἐκεῖθεν δὲ ἐπὶ τοὺς ὤμους, καὶ ὁ θώραξ ἐκ τμημάτων κατὰ τὸ στέρνον καὶ τὰ νῶτα συναρμοζόμενος, τὸ κράνος αὐτῷ προσώπῳ σιδηροῦν ἐπικείμενον ἀνδριάντος λαμπροῦ καὶ στίλβοντος παρέχει τὴν ὄψιν, ἐπεὶ μηδὲ κνῆμαι καὶ μηροὶ μηδὲ ἄκροι πόδες τῆς σκευῆς ταύτης ἔρημοι λείπονται. συναρμοζομένων δὲ αὐτῶν τοῖς θώραξι διά τινων ἐκ κρίκου λεπτοῦ πεποιημένων οἱονεὶ ὑφασμάτων οὐδὲν ἂν ὀφθείη τοῦ σώματος γυμνὸν μέρος, ἅτε καὶ τῶν χειρῶν τοῖς ὑφάσμασι τούτοις σκεπομένων πρὸς τὸ καὶ καμπτομένοις ἐπακολουθεῖν τοῖς δακτύλοις. ταῦτα ὁ λόγος παραστῆσαι μὲν σαφῶς ἐπιθυμεῖ, ἀπολειπόμενος δὲ θεατὰς τῶν ὅπλων τοὺς μαθεῖν τι πλέον ἐθέλοντας, οὐχὶ δὲ ἀκροατὰς τῆς ὑπὲρ αὐτῶν διηγήσεως ἀξιοῖ γενέσθαι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi