31
Ἡμεῖς δὲ ἐπειδὴ τὸν πρῶτον πόλεμον διεληλύθαμεν, ληγούσης ἤδη τῆς ὀπώρας, ἆρ’ ἐνταῦθα τὴν διήγησιν πάλιν ἀφήσομεν; ἢ πάντως τὸ τέλος ἀποδοῦναι τῶν ἔργων τοῖς ποθοῦσιν ἄξιον; ἐπέλαβε μὲν ὁ χειμὼν καὶ παρέσχε διαφυγεῖν τῆν τιμωρίαν τὸν τύραννον. κηρύγματα δὲ ἦν λαμπρὰ καὶ βασιλικῆς ἄξια μεγαλοψυχίας· ἄδεια δὲ πᾶσιν ἐδίδοτο τοῖς ταξαμένοις μετὰ τοῦ τυράννου, πλὴν εἴ τις ἀνοσίων ἐκείνῳ φόνων ἐκοινώνει· ἀπελάμβανον τὰς οἰκίας ἅπαντες καὶ τὰ χρήματα καὶ πατρίδας οἱ μηδὲ ὄψεσθαί τι τῶν φιλτάτων αὐτοῖς ἐλπίζοντες. ὑπεδέχου τὸ ναυτικὸν ἐκ τῆς Ἰταλίας ἐπανερχόμενον, πολλοὺς ἐκεῖθεν πολίτας κατάγον φεύγοντας οἶμαι τὴν τῶν τυράννων ὠμότητα. ἐπεὶ δὲ ὁ καιρὸς ἐκάλει στρατεύεσθαι, πάλιν ἐφειστήκεις δεινὸς τῷ τυράννῳ. ὁ δὲ προυβάλλετο τὰς Ἰταλῶν δυσχωρίας, καὶ τοῖς ὄρεσι τοῖς ἐκεῖ καθάπερ θηρίον ἐναποκρύψας τὰς δυνάμεις αὐτὸς οὐδὲ ὑπαίθριος ἐτόλμα στρατεύειν. ἀναλαβὼν δὲ αὑτὸν εἰς τὴν πλησίον πόλιν τρυφῶσαν καὶ πολυτελῆ, ἐν πανηγύρεσι καὶ τρυφαῖς ἔτριβε τὸν χρόνον, ἀρκέσειν μὲν αὑτῷ πρὸς σωτηρίαν τῶν ὀρῶν τὴν δυσχωρίαν μόνον οἰόμενος. ἀκόλαστος δὲ ὢν φύσει κερδαίνειν ᾤετο τὸ χαρίζεσθαι ταῖς ἐπιθυμίαις ἐν τοσούτοις κακοῖς, δῆλός τε ἦν λίαν πεπιστευκὼς ἀσφαλῶς αὐτῷ τὰ παρόντα ἔχειν, ἀποτειχιζομένης ἐν κύκλῳ τῆς Ἰταλίας τοῖς ὄρεσι, πλὴν ὅσον ἐξ ἡμισείας ἡ θάλασσα τεναγώδης οὖσα καὶ τοῖς Αἰγυπτίων ἕλεσιν ἐμφερὴς ἄβατον καὶ νηίτῃ στρατῷ πολεμίων ἀνδρῶν καθίστησιν. ἀλλʼ ἔοικεν οὐδὲ ἓν ἡ φύσις πρὸς ἀνδρὸς ἀρετὴν καὶ σωφροσύνην τοῖς ἀκολάστοις καὶ δειλοῖς ἔρυμα μηχανήσασθαι, πάντα ὑποχωρεῖν φρονήσει μετὰ ἀνδρείας ἐπιούσῃ παρασκευάζουσα· πάλαι τε ἡμῖν ἐξηῦρε τὰς τέχνας, δι’ ὧν εἰς εὐπορίαν τῶν τέως δοξάντων ἀπόρων κατέστημεν, καὶ ἐπὶ τῶν καθʼ ἕκαστον ἔργων τὸ πολλοῖς ἀδύνατον εἶναι φαινόμενον ἐπιτελούμενον πρὸς ἀνδρὸς σώφρονος. ὃ δὴ καὶ τότε τοῖς ἔργοις, ὦ βασιλεῦ, δείξας εἰκότως ἂν ἀποδέχοιο τοὺς ἐπʼ αὐτῷ λόγους.