39
Τῶν στρατευμάτων δὲ τὴν εὔνοιαν τίς ἂν ἀξίως διηγήσαιτο; τάξις μὲν ἱππέων πρὸ τῆς ἐν τῇ Μύρσῃ παρατάξεως μεθειστήκει, ἐπεὶ δὲ τῆς Ἰταλίας ἐκράτησας, πεζῶν κατάλογοι καὶ τέλη λαμπρά. ἀλλὰ τὸ μικρὸν μετὰ τὴν τοῦ τυράννου δυστυχῆ τελευτὴν ἐν Γαλατίᾳ γενόμενον κοινὴν ἁπάντων ἔδειξε στρατοπέδων τὴν εὔνοιαν, τὸν θρασυνόμενον καθάπερ ἐπʼ ἐρημίας καὶ τὴν γυναικείαν ἁλουργίδα περιβαλόμενον ὥσπερ τινὰ λύκον ἐξαίφνης διασπασαμένων. ὅστις δὲ ἐπὶ ταύτῃ γέγονας τῇ πράξει, καὶ ὅπως πρᾴως ἅπασι καὶ φιλανθρώπως τοῖς ἐκείνου γνωρίμοις προσηνέχθης, ὅσοι μηδὲν ἠλέγχοντο ἐκείνῳ συμπράξαντες, πολλῶν ἐφεστηκότων τῇ κατηγορίᾳ συκοφαντῶν, καὶ τὴν πρὸς ἐκεῖνον φιλίαν ὑποπτεύειν μόνον κελευόντων, ἐγὼ μὲν ἁπάσης ἀρετῆς τίθεμαι τοῦτο κεφάλαιον. καὶ γὰρ ἐπιεικῶς καὶ δικαίως φημὶ καὶ πολὺ πλέον ἐμφρόνως πεπράχθαι. ὅστις δὲ ἄλλως ἡγεῖται καὶ τῆς περὶ τοῦ πράγματος ἀληθοῦς ὑπολήψεως καὶ τῆς σῆς γνώμης διήμαρτε. τοὺς μὲν γὰρ οὐκ ἐλεγχθέντας δίκαιον ἦν, ὡς εἰκός, σώζεσθαι, ὑπόπτους δὲ τὰς φιλίας καὶ διὰ τοῦτο φευκτὰς οὐδαμῶς ᾤου δεῖν κατασκευάζειν, ὑπὸ τῆς τῶν ὑπηκόων εὐνοίας ἐς τοῦτο μεγέθους ἀρθεὶς καὶ πράξεων. ἀλλὰ καὶ τὸν παῖδα τοῦ τετολμηκότος νήπιον κομιδῇ τῆς πατρῴας οὐδὲν εἴασας μετασχεῖν ζημίας. οὕτω σοι πρὸς ἐπιείκειαν ἡ πρᾶξις ῥέπουσα τελείας ἀρετῆς ὑπάρχει γνώρισμα.