Thesauros Edebiyat rhetoric Εὐσεβίας τῆς βασιλίδος ἐγκώμιον

Εὐσεβίας τῆς βασιλίδος ἐγκώμιον

Εὐσεβίας τῆς βασιλίδος ἐγκώμιον Julian Emperor of Rome 331-363
1 Τί ποτε ἄρα χρὴ διανοεῖσθαι περὶ τῶν ὀφειλόντων μεγάλα καὶ πέρα μεγάλων, οὔτι φημὶ χρυσίον οὐδὲ ἀργύριον, ἀλλὰ ἁπλῶς ὅ, τι ἂν τύχῃ τις παρὰ τοῦ πέλας εὖ παθών· εἶτα τοιαῦτα μὲν ἀποτίνειν οὔτε ἐπιχειρούντων οὔτε διανοουμένων, ῥᾳθύμως δὲ καὶ ὀλιγώρως ἐχόντων πρὸς τὸ τὰ δυνατὰ ποιεῖν καὶ διαλύεσθαι τὸ ὄφλημα; ἢ δῆλον ὅτι φαύλους καὶ μοχθηροὺς νομιστέον; οὐδενὸς γὰρ οἶμαι τῶν ἄλλων ἀδικημάτων ἔλαττον μισοῦμεν ἀχαριστίαν καὶ ὀνειδίζομεν τοῖς ἀνθρώποις, ὅταν εὖ παθόντες περὶ τοὺς εὐεργέτας ὦσιν ἀχάριστοι· ἔστι δὲ οὐχ οὗτος ἀχάριστος μόνον, ὅστις εὖ παθὼν δρᾷ κακῶς ἢ λέγει, ἀλλὰ καὶ ὅστις σιωπᾷ καὶ ἀποκρύπτει, λήθῃ παραδιδοὺς καὶ ἀφανίζων τὰς χάριτας. καὶ τῆς μὲν θηριώδους ἐκείνης καὶ ἀπανθρώπου μοχθηρίας σφόδρα ὀλίγα καὶ εὐαρίθμητα κομιδῇ τὰ παραδείγματα· πολλοὶ δὲ ἀποκρύπτουσι τὸ δοκεῖν εὖ παθεῖν, οὐκ οἶδα ὅ, τι βουλόμενοι· φασὶ δὲ ὅμως θωπείας τινὸς καὶ ἀγεννοῦς κολακείας τὴν δόξαν ἐκκλίνειν. ἐγὼ δὲ τούτους μὲν ὅτι μηδὲν ὑγιὲς λέγουσι σαφῶς εἰδὼς ὅμως ἀφίημι, καὶ κείσθω διαφεύγειν αὐτούς, καθάπερ οἴονται, κολακείας οὐκ ἀληθῆ δόξαν, πολλοῖς ἅμα πάθεσιν ἐνόχους φανέντας καὶ νοσήμασιν αἰσχίστοις πάνυ καὶ ἀνελευθέροις. ἢ γὰρ οὐ συνιέντες ἀναίσθητοι λίαν εἰσίν, ὧν οὐδαμῶς ἀναίσθητον εἶναι χρῆν, ἢ συνιέντες ἐπιλήσμονες ὧν ἐχρῆν εἰς ἅπαντα μεμνῆσθαι τὸν χρόνον· μεμνημένοι δὲ καὶ ἀποκνοῦντες διʼ ἁσδηποτοῦν αἰτίας δειλοὶ καὶ βάσκανοι φύσει καὶ ἁπλῶς ἅπασιν ἀνθρώποις δυσμενεῖς, οἵ γε οὐδὲ τοῖς εὐεργέταις πρᾷοι καὶ προσηνεῖς ἐθέλοντες εἶναι, εἶτα, ἂν μὲν δέῃ λοιδορῆσαί που καὶ δακεῖν, ὥσπερ τὰ θηρία ὀργίλον καὶ ὀξὺ βλέπουσιν· ὥσπερ δὲ ἀνάλωμα πολυτελὲς φεύγοντες τὸν ἀληθινὸν ἔπαινον, οὐκ οἶδʼ ὅπως, αἰτιῶνται τὰς ὑπὲρ τῶν καλῶν ἔργων εὐφημίας, ἐξὸν ἐκεῖνο ἐξετάζειν μόνον, εἰ τὴν ἀλήθειαν τιμῶσι καὶ περὶ πλείονος ποιοῦνται τοῦ δοκεῖν ἐν τοῖς ἐπαίνοις χαρίζεσθαι. οὐδὲ γὰρ τοῦτο ἔνεστιν εἰπεῖν, ὡς ἀνωφελὲς χρῆμα ἡ εὐφημία οὔτε τοῖς ὑπὲρ ὧν γέγονεν οὔτε αὖ τοῖς ἄλλοις, ὁπόσοι τὴν ἴσην ἐκείνοις κατὰ τὸν βίον τάξιν εἰληχότες τῆς ἐν ταῖς πράξεσιν ἀρετῆς ἀπελείφθησαν. τοῖς μὲν γὰρ ἄκουσμά τέ ἐστιν ἡδὺ καὶ προθυμοτέρους παρέχει περὶ τὰ καλὰ καὶ διαφέροντα τῶν ἔργων· τοὺς δὲ ἐπὶ τὸ ζηλοῦν ἐκεῖνα πειθοῖ καὶ βίᾳ παρώρμησεν ὁρῶντας ὅτι μηδὲ τῶν προλαβόντων τινὲς ἀπεστερήθησαν ὃ μόνον δοῦναί τε καὶ λαβεῖν ἐστι δημοσίᾳ καλόν. χρήματα μὲν γὰρ εἰς τὸ ἐμφανὲς διδόναι καὶ περιβλέπειν, ὅπως ὅτι πλεῖστοι τὸ δοθὲν εἴσονται, πρὸς ἀνδρὸς ἀπειροκάλου· ἀλλʼ οὐδὲ ὑποσχὼν τὼ χεῖρε ὑποδέξαιτ’ ἄν τις ἐν ὀφθαλμοῖς πάντων, μὴ παντάπασιν ἀποσεισάμενος αἰδῶ καὶ ἐπιείκειαν τοῦ τρόπου. Ἀρκεσίλαος δὲ καὶ διδοὺς τὸν λαβόντα ἐπειρᾶτο λαθεῖν· συνίει δὲ ἐκεῖνος ἐκ τῆς πράξεως τὸν δράσαντα. ἐπαίνων δὲ ζηλωτὸν μὲν ἀκροατὰς ὡς πλείστους εὑρεῖν, ἀγαπητὸν δὲ οἶμαι καὶ ὀλίγους. καὶ ἐπῄνει δὲ Σωκράτης πολλοὺς καὶ Πλάτων καὶ Ἀριστοτέλης· Ξενοφῶν δὲ καὶ Ἀγησίλαον τὸν βασιλέα καὶ Κῦρον τὸν Πέρσην, οὔτι τὸν ἀρχαῖον ἐκεῖνον μόνον, ἀλλὰ καὶ τὸν ᾧ συνεστράτευτο ἐπὶ βασιλέα καὶ τοὺς ἐπαίνους ξυγγράφων οὐκ ἀπεκρύπτετο.
1 / 24 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi