Thesauros Edebiyat rhetoric Εὐσεβίας τῆς βασιλίδος ἐγκώμιον

Εὐσεβίας τῆς βασιλίδος ἐγκώμιον

Εὐσεβίας τῆς βασιλίδος ἐγκώμιον Julian Emperor of Rome 331-363
8 Ὥστε ἔγωγε τῆς Πηνελόπης πολλὰ καὶ ἄλλα νομίσας ἐπαίνων ἄξια τοῦτο ἐν τοῖς μάλιστα θαυμάζω, ὅτι δὴ τὸν ἄνδρα λίαν ἔπειθε στέργειν καὶ ἀγαπᾶν αὑτὴν ὑπερορῶντα μέν, ὡς φασί, δαιμονίων γάμων, ἀτιμάζοντα δὲ οὐ μεῖον τὴν τῶν Φαιάκων ξυγγένειαν. Καίτοι γε εἶχον αὐτοῦ πᾶσαι ἐρωτικῶς, Καλυψὼ καὶ Κίρκη καὶ Ναυσικάα· καὶ ἦν αὐταῖς τὰ βασίλεια πάγκαλα, κήπων τινῶν καὶ παραδείσων ἐν αὐτοῖς πεφυτευμένων μάλα ἀμφιλαφέσι καὶ κατασκίοις τοῖς δένδρεσι, λειμῶνές τε ἄνθεσι ποικίλοις καὶ μαλακῇ τῇ πόᾳ βρύοντες· Κρῆναι δʼ ἑξείης πίσυρες ῥέον ὕδατι λευκῷ· καὶ ἐτεθήλει περὶ τὴν οἰκίαν ἡμερὶς ἡβώωσα σταφυλῆς οἶμαι τῆς γενναίας, βριθομένη τοῖς βότρυσι· καὶ παρὰ τοῖς Φαίαξιν ἕτερα τοιαῦτα, πλὴν ὅσῳ πολυτελέστερα, ἅτε οἶμαι ποιητὰ ξὺν τέχνῃ, τῆς τῶν αὐτοφυῶν ἔλαττον μετεῖχε χάριτος καὶ ἧττον εἶναι ἐδόκει ἐκείνων ἐράσμια. τῆς τρυφῆς δὲ αὖ καὶ τοῦ πλούτου καὶ προσέτι τῆς περὶ τὰς νήσους ἐκείνας εἰρήνης καὶ ἡσυχίας τίνα οὐκ ἂν ἡττηθῆναι δοκεῖτε τοσούτους ἀνατλάντα πόνους καὶ κινδύνους καὶ ἔτι ὑφορώμενον δεινότερα πείσεσθαι, τὰ μὲν ἐν θαλάττῃ τὰ δὲ ἐπὶ τῆς οἰκίας αὐτῆς, πρὸς ἑκατὸν νεανίσκους ἡβῶντας εὖ μάλα μόνον ἀγωνίζεσθαι μέλλοντα, ὅπερ οὐδὲ ἐν Τροίᾳ ἐκείνῳ ποτὲ συνηνέχθη; εἴ τις οὖν ἔροιτο τὸν Ὀδυσσέα παίζων ὧδέ πως· τί ποτε, ὦ σοφώτατε ῥῆτορ ἢ στρατηγὲ ἢ ὅ τι χρή σε ὀνομάζειν, τοσούτους ἑκὼν ὑπέμεινας πόνους, ἐξὸν εἶναι ὄλβιον καὶ εὐδαίμονα, τυχὸν δὲ καὶ ἀθάνατον εἴ τι χρὴ ταῖς ἐπαγγελίαις Καλυψοῦς πιστεύειν, σὺ δὲ ἑλόμενος τὰ χείρω πρὸ τῶν βελτιόνων τοσούτους σαυτῷ προστέθεικας πόνους, οὐδὲ ἐν τῇ Σχερίᾳ καταμεῖναι ἐθελήσας, ἐξὸν ἐκεῖ που παυσάμενον τῆς πλάνης καὶ τῶν κινδύνων ἀπηλλάχθαι· σὺ δὲ ἡμῖν ἐπὶ τῆς οἰκίας ἔγνως στρατεύεσθαι καὶ ἄθλους δή τινας καὶ ἀποδημίαν ἑτέραν ἐκτελεῖν οὔτι τῆς πρόσθεν, ὥς γε τὸ εἰκὸς ἀπονωτέραν οὐδὲ κουφοτέραν. τί δὴ οὖν οἴεσθε πρὸς ταῦτα ἐκεῖνον εἰπεῖν ἔχειν; ἆρʼ οὐχ ὅτι τῇ Πηνελόπῃ συνεῖναι ἐθέλων τοὺς ἄθλους αὐτῇ καὶ τὰς στρατείας χαρίεντα διηγήματα φέρειν ὑπέλαβε; ταῦτά τοι καὶ τὴν μητέρα πεποίηκεν αὐτῷ παραινοῦσαν μεμνῆσθαι πάντων, ὧν τε εἶδε θεαμάτων καὶ ὧν ἤκουσεν ἀκουσμάτων, ἵνα καὶ μετόπισθε τεῇ εἴπῃσθα γυναικί, φησίν. ὁ δὲ οὐδενὸς ἐπιλαθόμενος, ἐπειδὴ πρῶτον ἀφίκετο καὶ τῶν μειρακίων τῶν ἐπὶ τὰ βασίλεια κωμαζόντων ἐκράτει ξὺν δίκῃ, πάντα ἀθρόως αὐτῇ διηγεῖτο, ὅσα τε ἔδρασε καὶ ὅσα ἀνέτλη, καὶ εἰ δή τι ἄλλο ὑπὸ τῶν χρησμῶν ἀναπειθόμενος ἐκτελεῖν διενοεῖτο· ἀπόρρητον δὲ ἐποιεῖτο πρὸς αὐτὴν οὐδὲ ἕν, ἀλλʼ ἠξίου κοινωνὸν γίγνεσθαι τῶν βουλευμάτων καὶ ὅ,τι πρακτέον εἴη συννοεῖν καὶ συνεξευρίσκειν. ἆρα τοῦτο ὑμῖν τῆς Πηνελόπης ὀλίγον ἐγκώμιον δοκεῖ, ἢ ἤδη τις ἄλλη τὴν ἐκείνης ἀρετὴν ὑπερβαλλομένη γαμετή τε οὖσα βασιλέως ἀνδρείου καὶ μεγαλοψύχου καὶ σώφρονος τοσαύτην εὔνοιαν ἐνεποίησεν αὑτῆς τῷ γήμαντι, συγκερασαμένη τῇ παρὰ τῶν ἐρώτων ἐπιπνεομένῃ φιλίᾳ τὴν ἐκ τῆς ἀρετῆς καθάπερ ῥεῦμα θεῖον ἐπιφερομένην ταῖς ἀγαθαῖς καὶ γενναίαις ψυχαῖς; δύο γὰρ δὴ τώδε τινὲ πίθω φιλίας ἔστον, ὧν ἥδε κατʼ ἴσον ἀρυσαμένη βουλευμάτων τε αὐτῷ γέγονε κοινωνὸς καὶ πρᾷον ὄντα φύσει τὸν βασιλέα καὶ χρηστὸν καὶ εὐγνώμονα πρὸς ἃ πέφυκε παρακαλεῖ μᾶλλον πρεπόντως καὶ πρὸς συγγνώμην τὴν δίκην τρέπει. ὥστε οὐκ ἄν τις εἰπεῖν ἔχοι, ὅτῳ γέγονεν ἡ βασιλὶς ἥδε ἐν δίκῃ τυχὸν ἢ καὶ παρὰ δίκην αἰτία τιμωρίας καὶ κολάσεως μικρᾶς ἢ μείζονος.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi