12
ἐμοὶ γὰρ βασιλεὺς οὑτοσὶ σχεδὸν ἐκ παιδὸς νηπίου γεγονὼς ἤπιος πᾶσαν ὑπερεβάλλετο φιλοτιμίαν, κινδύνων τε ἐξαρπάσας τηλικούτων, οὓς οὐδ̓ ἂν ἡβῶν ἀνὴρ εὖ μάλα διαφύγοι, μὴ θείας τινὸς καὶ ἀμηχάνου σωτηρίας τυχών, εἶτα τὴν οἰκίαν καταληφθεῖσαν καθάπερ ἐπʼ ἐρημίας παρά του τῶν δυναστῶν ἀφείλετο ξὺν δίκῃ καὶ ἀπέφηνεν αὖθις πλούσιον. καὶ ἄλλα ἂν ἔχοιμι περὶ αὐτοῦ πρὸς ὑμᾶς εἰπεῖν εἰς ἐμαυτὸν ἔργα πολλῆς ἄξια χάριτος, ὑπὲρ ὧν τὸν ἅπαντα χρόνον εὔνουν ἐμαυτὸν ἐκείνῳ καὶ πιστὸν παρέχων οὐκ οἶδα ἐκ τίνος αἰτίας τραχυτέρως ἔχοντος ᾐσθόμην ἔναγχος. ἡ δὲ ἐπειδὴ τὸ πρῶτον ἤκουσεν ἀδικήματος μὲν οὐδενὸς ὄνομα, ματαίας δὲ ἄλλως ὑποψίας, ἠξίου διελέγχειν καὶ μὴ πρότερον προσέσθαι μηδὲ ἐνδέξασθαι ψευδῆ καὶ ἄδικον διαβολήν, καὶ οὐκ ἀνῆκε ταῦτα δεομένη πρὶν ἐμὲ ἤγαγεν ἐς ὄψιν τὴν βασιλέως καὶ τυχεῖν ἐποίησε λόγου· καὶ ἀπολυομένῳ πᾶσαν αἰτίαν ἄδικον συνήσθη, καὶ οἴκαδε ἐπιθυμοῦντι πάλιν ἀπιέναι πομπὴν ἀσφαλῆ παρέσχεν, ἐπιτρέψαι πρῶτον τὸν βασιλέα ξυμπείσασα. δαίμονος δέ, ὅσπερ οὖν ἐῴκει μοι τὰ πρόσθεν μηχανήσασθαι, ἤ τινος ξυντυχίας ἀλλοκότου τὴν ὁδὸν ταύτην ὑποτεμομένης, ἐποψόμενον πέμπει τὴν Ἑλλάδα, ταύτην αἰτήσασα παρὰ βασιλέως ὑπὲρ ἐμοῦ καὶ ἀποδημοῦντος ἤδη τὴν χάριν, ἐπειδή με λόγοις ἐπέπυστο χαίρειν καὶ παιδείᾳ τὸ χωρίον ἐπιτήδειον εἶναι ξυννοοῦσα. ἐγὼ δὲ τότε μὲν αὐτῇ καὶ πρώτῳ γε, ὡς εἰκός, βασιλεῖ πολλὰ καὶ ἀγαθὰ διδόναι τὸν θεὸν ηὐχόμην, ὅτι μοι τὴν ἀληθινὴν ποθοῦντι καὶ ἀγαπῶντι πατρίδα παρέσχον ἰδεῖν· ἐσμὲν γὰρ τῆς Ἑλλάδος οἱ περὶ τὴν Θρᾴκην καὶ τὴν Ἰωνίαν οἰκοῦντες ἔγγονοι, καὶ ὅστις ἡμῶν μὴ λίαν ἀγνώμων, ποθεῖ προσειπεῖν τοὺς πατέρας καὶ τὴν χώραν αὐτὴν ἀσπάσασθαι. ὃ δὴ καὶ ἐμοὶ πάλαι μὲν ἦν, ὡς εἰκός, ποθεινόν, καὶ ὑπάρξαι μοι τοῦτο ἐβουλόμην μᾶλλον ἢ πολὺ χρυσίον καὶ ἀργύριον. ἀνδρῶν γὰρ ἀγαθῶν φημι ξυντυχίαν πρὸς χρυσίου πλῆθος ὁσονδηοῦν ἐξεταζομένην καθέλκειν τὸν ζυγὸν καὶ οὐκ ἐπιτρέπειν τῷ σώφρονι κριτῇ οὐδὲ ἐπ̓ ὀλίγον ῥοπῆς ἐπιστῆσαι.