Thesauros Edebiyat rhetoric Εὐσεβίας τῆς βασιλίδος ἐγκώμιον

Εὐσεβίας τῆς βασιλίδος ἐγκώμιον

Εὐσεβίας τῆς βασιλίδος ἐγκώμιον Julian Emperor of Rome 331-363
13 Εὔνοιαν δὲ ἀληθινὴν οὐκ ἔστι πρὸς χρυσίον ἀμείψασθαι, οὐδὲ ἄν τις αὐτὴν ἐντεῦθεν πρίαιτο, θείᾳ δέ τινι καὶ κρείττονι μοίρᾳ ἀνθρώπων ἀγαθῶν συμπροθυμουμένων παραγίγνεται. ὃ δὴ καὶ ἐμοὶ παρὰ βασιλέως παιδὶ μὲν ὑπῆρχε κατὰ θεόν, ὀλίγου δὲ οἴχεσθαι δεῆσαν ἀπεσώθη πάλιν τῆς βασιλίδος ἀμυνούσης καὶ ἀπειργούσης τὰς ψευδεῖς καὶ ἀλλοκότους ὑποψίας. ἃς ἐπειδὴ παντελῶς ἐκείνη διέλυσεν, ἐναργεῖ τεκμηρίῳ τῷ βίῳ τὠμῷ χρωμένη, καλοῦντός τε αὖθις τοῦ βασιλέως ἀπὸ τῆς Ἑλλάδος ὑπήκουον, ἆρα ἐνταῦθα κατέλιπεν, ὡς οὐκέτι πολλῆς βοηθείας, ἅτε οὐδενὸς ὄντος ἐν μέσῳ δυσχεροῦς οὐδὲ ὑπόπτου, δεόμενον; καὶ πῶς ἂν ὅσια δρῴην οὕτως ἐναργῆ καὶ σεμνὰ σιωπῶν καὶ ἀποκρύπτων; κυρουμένης τε γὰρ ἐπʼ ἐμοὶ τοῦ Βασιλέως ταυτησὶ τῆς γνώμης διαφερόντως ηὐφραίνετο καὶ συνεπήχει μουσικόν, θαρρεῖν κελεύουσα καὶ μήτε τὸ μέγεθος δείσαντα τῶν διδομένων ἀρνεῖσθαι τὸ λαβεῖν, μήτε ἀγροίκῳ καὶ αὐθάδει χρησάμενον παρρησίᾳ φαύλως ἀτιμάσαι τοῦ τοσαῦτα ἐργασαμένου ἀγαθὰ τὴν ἀναγκαίαν αἴτησιν. ἐγὼ δὲ ὑπήκουον οὔτι τοῦτό γε ἡδέως σφόδρα ὑπομένων, ἄλλως δὲ ἀπειθεῖν χαλεπὸν ὂν σφόδρα ἠπιστάμην. οἷς γὰρ ἂν ἐξῇ πράττειν ὅ, τι ἂν ἐθέλωσι σὺν βίᾳ, ἦ που δεόμενοι δυσωπεῖν καὶ πείθειν ἀρκοῦσιν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi