14
οὐκοῦν ἐπειδή μοι πεισθέντι γέγονε καὶ μεταβαλόντι ἐσθῆτα καὶ θεραπείαν καὶ διατριβὰς τὰς συνήθεις καὶ τὴν οἴκησιν δὲ αὐτὴν καὶ δίαιταν πάντα ὄγκου πλέα καὶ σεμνότητος ἐκ μικρῶν, ὡς εἰκός, καὶ φαύλων τῶν πρόσθεν, ἐμοὶ μὲν ὑπὸ ἀηθείας ἡ ψυχὴ διεταράττετο, οὔτι τὸ μέγεθος ἐκπληττομένῳ τῶν παρόντων ἀγαθῶν· σχεδὸν γὰρ ὑπὸ ἀμαθίας οὐδὲ μεγάλα ταῦτα ἐνόμιζον, ἀλλὰ δυνάμεις τινὰς χρωμένοις μὲν ὀρθῶς σφόδρα ὠφελίμους, ἁμαρτάνουσι δὲ περὶ τὴν χρῆσιν βλαβερὰς καὶ οἴκοις καὶ πόλεσι πολλαῖς μυρίων αἰτίας ξυμφορῶν. παραπλήσια δὲ ἐπεπονθειν ἀνδρὶ σφόδρα ἀπείρως ἡνιοχικῆς ἔχοντι καὶ οὐδὲ ἐθελήσαντι ταύτης μεταλαβεῖν τῆς τέχνης, κᾆτα ἀναγκαζομένῳ καλοῦ καὶ γενναίου κομίζειν ἅρμα ἡνιόχου, πολλὰς μὲν ξυνωρίδας, πολλὰ δέ, οἶμαι, τέτρωρα τρέφοντος καὶ ἅπασι μὲν ἐπιβεβηκότος, διὰ δὲ γενναιότητα φύσεως καὶ ῥώμην ὑπερβάλλουσαν ἔχοντος οἶμαι τὰς ἡνίας πάντων ἐγκρατῶς, εἰ καὶ ἐπὶ τῆς μιᾶς ἄντυγος βαίνοι, οὐ μὴν ἀεί γε ἐπ̓ αὐτῆς μένοντος, μεταφερομένου δὲ πολλάκις ἐνθένδε ἐκεῖσε καὶ ἀμείβοντος δίφρον ἐκ δίφρου, εἴ ποτε τοὺς ἵππους πονουμένους ἢ καὶ ὑβρίσαντας αἴσθοιτο, ἐν δὲ δὴ τοῖς ἅρμασι τοῖσδε κεκτημένου τέτρωρον ὑπὸ ἀμαθίας καὶ θράσους ὑβρίζον, πιεζόμενον τῇ συνεχεῖ ταλαιπωρίᾳ καὶ τοῦ θράσους οὐδέν τι μᾶλλον ἐπιλαθόμενον, ἀγριαῖνον· δὲ ἀεὶ καὶ παροξυνόμενον ὑπὸ τῶν συμφορῶν ἐπὶ τὸ μᾶλλον ὑβρίζειν καὶ ἀπειθεῖν καὶ ἀντιτείνειν, οὐ δεχόμενον ἀμῶς γέ πη πορεύεσθαι, ἀλλʼ εἰ μὴ καὶ αὐτὸν ὁρῴη τὸν ἡνίοχον διὰ τέλους χαλεπαῖνον ἤ, τό γε ἔλαττον, στολὴν γοῦν ἡνιοχικὴν ἄνθρωπον φοροῦντα· οὕτως ἐστὶν ἀλόγιστον φύσει. ὁ δέ, οἶμαι, παραμυθούμενος αὐτοῦ τὴν ἄνοιαν ἄνδρα ἐπέσησε, δοὺς φορεῖν τοιαύτην ἐσθῆτα καὶ σχῆμα περιβαλὼν ἡνιόχου σεμνοῦ καὶ ἐπιστήμονος, ὃς εἰ μὲν ἄφρων εἴη παντελῶς καὶ ἀνόητος, χαίρει καὶ γέγηθε καὶ μετέωρος ὑπὸ τῶν ἱματίων καθάπερ πτερῶν ἐπαίρεται, συνέσεως δὲ εἰ καὶ ἐπὶ σμικρὸν μετέχοι καὶ σώφρονος νοῦ, σφόδρα εὐλαβεῖται, μήπως αὑτόν τε τρώσῃ σύν θʼ ἅρματα ἄξῃ, καὶ τῷ μὲν ἡνιόχῳ ζημίας, αὑτῷ δὲ αἰσχρᾶς καὶ ἀδόξου συμφορᾶς αἴτιος γένηται. ταῦτα ἐγὼ ἐλογιζόμην ἐν νυκτὶ βουλεύων καὶ διʼ ἡμέρας κατ’ ἐμαυτὸν ἐπισκοπούμενος, σύννους ὢν ἀεὶ καὶ σκυθρωπός. ὁ γενναῖος δὲ καὶ θεῖος ἀληθῶς αὐτοκράτωρ ἀφῄρει τι πάντως τῶν ἀλγεινῶν, ἔργοις καὶ λόγοις τιμῶν καὶ χαριζόμενος. τέλος δὲ τὴν βασιλίδα προσειπεῖν κελεύει, θάρσος τε ἡμῖν ἐνδιδοὺς καὶ τοῦ σφόδρα πιστεύειν γενναῖον εὖ μάλα παρέχων γνώρισμα. ἐγὼ δὲ ἐπειδὴ πρῶτον ἐς ὄψιν ἐκείνης ἦλθον, ἐδόκουν μὲν ὥσπερ ἐν ἱερῷ καθιδρυμένον ἄγαλμα σωφροσύνης ὁρᾶν· αἰδὼς δὲ ἐπεῖχε τὴν ψυχήν, καὶ ἐπέπηκτό μοι κατὰ γῆς τὰ ὄμματα συχνὸν ἐπιεικῶς χρόνον, ἕως ἐκείνη θαρρεῖν ἐκέλευε. καὶ Τὰ μέν, ἔφη, ἤδη παρʼ ἡμῶν ἔχεις, τὰ δὲ καὶ ἕξεις σὺν θεῷ, μόνον εἰ πιστὸς καὶ δίκαιος εἰς ἡμᾶς γένοιο. τοσαῦτα ἤκουσα σχεδόν· οὐδὲ γὰρ αὐτὴ πλεῖονα ἐφθέγξατο, καὶ ταῦτα ἐπισταμένη τῶν γενναίων ῥητόρων οὐδὲ ἓν φαυλοτέρους ἀπαγγέλλειν λόγους. ταύτης ἐγὼ τῆς ἐντεύξεως ἀπαλλαγεὶς σφόδρα ἐθαύμασα καὶ ἐξεπεπλήγμην, ἐναργῶς δοκῶν ἀκηκοέναι σωφροσύνης αὐτῆς φθεγγομένης· οὕτω πρᾷον ἦν αὐτῇ φθέγμα καὶ μείλιχον, ταῖς ἐμαῖς ἀκοαῖς ἐγκαθιδρυμένον.