15
Βούλεσθε οὖν τὰ μετὰ ταῦτα πάλιν ἔργα καὶ ὅσα ἔδρασεν ἡμᾶς ἀγαθὰ καθʼ ἕκαστον λεπτουργοῦντες ἀπαγγέλλωμεν; ἢ τά γε ἐντεῦθεν ἀθρόως ἑλόντες, καθάπερ ἔδρασεν αὐτὴ, πάντα ὁμοῦ διηγησώμεθα; ὁπόσους μὲν εὖ ἐποίησε τῶν ἐμοὶ γνωρίμων, ὅπως δὲ ἐμοὶ μετὰ τοῦ βασιλέως τὸν γάμον ἥρμοσεν. ὑμεῖς δὲ ἴσως ποθεῖτε καὶ τὸν κατάλογον ἀκούειν τῶν δώρων, ἕπτʼ ἀπύρους τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα καὶ λέβητας ἐείκοσιν. ἀλλʼ οὔ μοι σχολὴ περὶ τῶν τοιούτων ἀδολεσχεῖν· ἑνὸς δὲ ἴσως τῶν ἐκείνης δώρων τυχὸν οὐκ ἄχαρι καὶ εἰς ὑμᾶς ἀπομνημονεῦσαι, ᾧ μοι δοκῶ καὶ αὐτὸς ἡσθῆναι διαφερόντως· βίβλους γὰρ φιλοσόφων καὶ ξυγγραφέων ἀγαθῶν καὶ ῥητόρων πολλῶν καὶ ποιητῶν, ἐπειδὴ παντελῶς ὀλίγας οἴκοθεν ἔφερον, ἐλπίδι καὶ πόθῳ τοῦ πάλιν οἴκαδε ἐπανελθεῖν τὴν ταχίστην ψυχαγωγούμενος, ἔδωκεν ἀθρόως τοσαύτας, ὥστε ἐμοῦ μὲν ἀποπλῆσαι τὴν ἐπιθυμίαν σφόδρα ἀκορέστως ἔχοντος τῆς πρὸς ἐκείνας συνουσίας, μουσεῖον δὲ Ἑλληνικὸν ἀποφῆναι βιβλίων ἕκητι τὴν Γαλατίαν καὶ τὴν Κελτίδα. τούτοις ἐγὼ προσκαθήμενος συνεχῶς τοῖς δώροις, εἴ ποτε σχολὴν ἄγοιμι, οὐκ ἔστιν ὅπως ἐπιλανθάνωμαι τῆς χαρισαμένης· ἀλλὰ καὶ στρατευομένῳ μοι ἕν γέ τι πάντως ἕπεται οἷον ἐφόδιον τῆς στρατείας πρὸς αὐτόπτου πάλαι ξυγκείμενον. πολλὰ γὰρ δὴ τῆς τῶν παλαιῶν ἐμπειρίας ὑπομνήματα ξὺν τέχνῃ γραφέντα τοῖς ἁμαρτοῦσι διὰ τὴν ἡλικίαν τῆς θέας ἐναργῆ καὶ λαμπρὰν εἰκόνα φέρει τῶν πάλαι πραχθέντων, ὑφʼ ἧς ἤδη καὶ νέοι πολλοὶ γερόντων μυρίων πολιὸν μᾶλλον ἐκτήσαντο τὸν νοῦν καὶ τὰς φρένας, καὶ τὸ δοκοῦν ἀγαθὸν ἐκ τοῦ γήρως ὑπάρχειν τοῖς ἀνθρώποις μόνον, τὴν ἐμπειρίαν, διʼ ἣν ὁ πρεσβύτης ἔχει τι λέξαι τῶν νέων σοφώτερον, τοῖς οὐ ῥᾳθύμοις τῶν νέων ἔδωκεν. ἔστι δὲ οἶμαί τις ἐν αὐτοῖς καὶ παιδαγωγία πρὸς ἦθος γενναῖον, εἴ τις ἐπίσταιτο τοὺς ἀρίστους ἄνδρας καὶ λόγους καὶ πράξεις, οἷον ἀρχέτυπα προτιθέμενος δημιουργός, πλάττειν ἤδη πρὸς ταῦτα τὴν αὑτοῦ διάνοιαν καὶ ἀφομοιοῦν τοὺς λόγους. ὧν εἰ μὴ παμπληθὲς ἀπολειφθείη, τυγχάνοι δὲ καὶ ἐπʼ ὀλίγον τῆς ὁμοιότητος, οὐ σμικρὰ ἂν ὄναιτο, εὖ ἴστε. ὃ δὴ καὶ αὐτὸς πολλάκις ξυννοῶν παιδιάν τε οὐκ ἄμουσον ἐν αὐτοῖς ποιοῦμαι καὶ στρατευόμενος καθάπερ σιτία φέρειν ἀναγκαῖα καὶ ταῦτα ἐθέλω· μέτρον δέ ἐστι τοῦ πλήθους τῶν φερομένων ὁ καιρός.