16
Ὅστις οὖν λόγους ὁποιουσοῦν τρέφων νέος μὲν αὐτὸς καὶ ἡγεμόνων πολλῶν δεόμενος, τροφῆς δὲ πολλῆς καὶ καθαρᾶς τῆς ἐκ τῶν παλαιῶν γραμμάτων, εἶτα ἀθρόως πάντων στερηθείη ἆρα ὑμῖν μικρᾶς δεῖσθαι βοηθείας δοκεῖ ἢ μικρῶν αὐτῷ γεγονέναι ἄξιος ὁ πρὸς ταῦτα συλλαμβανόμενος; καὶ τυχὸν οὐ χρὴ πειρᾶσθαι χάριν ἀποτίνειν αὐτῷ τῆς προθυμίας καὶ τῶν ἔργων; ἀλλὰ μή ποτε τὸν Θαλῆν ἐκεῖνον, τῶν σοφῶν τὸ κεφάλαιον μιμητέον, οὗ τὰ ἐπαινούμενα ἀκηκόαμεν; ἐρομένου γάρ τινος ὑπὲρ ὧν ἔμαθεν ὁπόσον τινὰ χρὴ καταβαλεῖν μισθόν· ὁμολογῶν, ἔφη, τι παρʼ ἡμῶν μαθεῖν τὴν ἀξίαν ἡμῖν ἐκτίσεις. οὐκοῦν καὶ ὅστις διδάσκαλος μὲν αὐτὸς οὐ γέγονε, πρὸς τὸ μαθεῖν δὲ καὶ ὁτιοῦν συνηνέγκατο, ἀδικοῖτʼ ἄν, εἰ μὴ τυγχάνοι τῆς χάριτος καὶ τῆς ἐπὶ τοῖς δοθεῖσιν ὁμολογίας, ἣν δὴ καὶ ὁ σοφὸς ἀπαιτῶν φαίνεται. εἶεν. ἀλλὰ τοῦτο μὲν χαρίεν καὶ σεμνὸν τὸ δῶρον· χρυσίον δὲ καὶ ἀργύριον οὔτε ἐδεόμην ἐγὼ λαβεῖν οὔτε ὑμᾶς δὴ ὑπὲρ τούτων ἡδέως ἂν ἐνοχλήσαιμι.