Thesauros Edebiyat rhetoric Εὐσεβίας τῆς βασιλίδος ἐγκώμιον

Εὐσεβίας τῆς βασιλίδος ἐγκώμιον

Εὐσεβίας τῆς βασιλίδος ἐγκώμιον Julian Emperor of Rome 331-363
5 Εὐσεβία δέ, περὶ ἧς ὁ λόγος, παῖς μὲν ὑπάτου γέγονε, γαμετὴ δέ ἐστι βασιλέως ἀνδρείου, σώφρονος, συνετοῦ, δικαίου, χρηστοῦ καὶ πρᾴου καὶ μεγαλοψύχου, ὃς ἐπειδὴ πατρῴαν οὖσαν αὐτῷ τὴν ἀρχὴν ἀνεκτήσατο, ἀφελόμενος τοῦ βίᾳ λαβόντος, γάμου τε ἐδεῖτο πρὸς παίδων γένεσιν, οἳ κληρονομήσουσι τῆς τιμῆς καὶ τῆς ἐξουσίας, ταύτην ἀξίαν ἔκρινε τῆς κοινωνίας γεγονὼς ἤδη σχεδόν τι τῆς οἰκουμένης ἁπάσης κύριος. καίτοι πῶς ἄν τις μείζονα μαρτυρίαν ἐπιζητήσειε τῆσδε; οὐ μόνον περὶ τῆς εὐγενείας αὐτῆς, ὑπὲρ δὲ ἁπάντων ἁπλῶς, ὅσα χρῆν οἶμαι τὴν βασιλεῖ τοσούτῳ συνιοῦσαν, καθάπερ φερνὴν οἴκοθεν ἐπιφερομένην, κομίζειν ἀγαθά, παιδείαν ὀρθήν, σύνεσιν ἐμμελῆ, ἀκμὴν καὶ ὥραν σώματος καὶ κάλλος τοσοῦτον, ὥστε ἀποκρύπτεσθαι τὰς ἄλλας παρθένους, καθάπερ οἶμαι περὶ τῇ σελήνῃ πληθούσῃ οἱ διαφανεῖς ἀστέρες καταυγαζόμενοι κρύπτουσι τὴν μορφήν. ἓν μὲν γὰρ τούτων οὐδὲν ἐξαρκεῖν δοκεῖ πρὸς κοινωνίαν βασιλέως, πάντα δὲ ἅμα, ὥσπερ θεοῦ τινος ἀγαθῷ βασιλεῖ καλὴν καὶ σώφρονα πλάττοντος τὴν νύμφην, εἰς ταὐτὸ συνεληλυθότα πόρρωθεν καὶ οὐκ ἀπὸ τῶν ὀμμάτων ἐφελκυσάμενα μάλα ὄλβιον ἦγε τὸν νυμφίον. κάλλος μὲν γὰρ τῆς ἐκ τοῦ γένους βοηθείας καὶ τῶν ἄλλων ἀγαθῶν οἶμαι στερόμενον οὐδὲ ἰδιώτην ἀκόλαστον ἰσχύει πείθειν τὴν γαμήλιον ἀνάψαι λαμπάδα, ἄμφω δὲ ἅμα συνελθόντα γάμον μὲν ἥρμοσε πολλάκις, ἀπολειπόμενα δὲ τῆς ἐκ τῶν τρόπων ἁρμονίας καὶ χάριτος οὐ λίαν ἐφάνη ζηλωτά.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi