Thesauros Edebiyat rhetoric Εὐσεβίας τῆς βασιλίδος ἐγκώμιον

Εὐσεβίας τῆς βασιλίδος ἐγκώμιον

Εὐσεβίας τῆς βασιλίδος ἐγκώμιον Julian Emperor of Rome 331-363
8 οὔκουν οὐδὲ ἡμεῖς ἑκόντες αὑτοὺς ταύταις ὑποθήσομεν ταῖς αἰτίαις, ἱματίων πολυτελῶν καὶ δώρων παντοίων ὅρμων τε καὶ στεφάνων κατάλογον τῶν ἐκ βασιλέως μακρόν τινα τοῦτον ᾄδοντες, οὐδὲ ὡς ἀπήντων οἱ δῆμοι δεξιούμενοι καὶ χαίροντες, οὐδὲ ὅσα κατὰ τὴν ὁδὸν ἐκείνην λαμπρὰ καὶ ζηλωτὰ γέγονε καὶ ἐνομίσθη. ἀλλʼ ἐπειδὴ τῶν βασιλείων εἴσω παρῆλθε καὶ τῆς ἐπωνυμίας ταύτης ἠξιώθη, τί πρῶτον ἔργον ἐκείνης γέγονε, καὶ αὖθις δεύτερον, καὶ ἐπʼ αὐτῷ τρίτον, καὶ πολλὰ δὴ μάλα τὸ ἐντεῦθεν; οὐ γάρ, εἰ σφόδρα λέγειν ἐθέλοιμι καὶ μακρὰς ὑπὲρ τούτων βίβλους ξυντιθέναι, ἀρκέσειν ὑπολαμβάνω τῷ πλήθει τῶν ἔργων, ὅσα ἐκείνῃ φρόνησιν καὶ πρᾳότητα καὶ σωφροσύνην καὶ φιλανθρωπίαν ἐπιείκειάν τε καὶ ἐλευθεριότητα καὶ τὰς ἄλλας ἀρετὰς ἐξεμαρτύρησε λαμπρότερον, ἢ νῦν ὁ παρὼν περὶ αὐτῆς λόγος δηλοῦν ἐπιχειρεῖ καὶ ἐκδιδάσκειν τοὺς πάλαι διὰ τῶν ἔργων ἐγνωκότας. οὐ μὴν ἐπειδὴ ἐκεῖνο δυσχερές, μᾶλλον δὲ ἀδύνατον ἐφάνη, πάντελῶς ἄξιον ὑπὲρ ἁπάντων ἀποσιωπῆσαι, πειρᾶσθαι δὲ εἰς δύναμιν φράζειν ὑπὲρ αὐτῶν καὶ τῆς μὲν φρονήσεως ποιεῖσθαι σημεῖον καὶ τῆς ἄλλης ἀρετῆς πάσης, ὅτι τὸν γήμαντα διέθηκεν οὕτω περὶ αὑτήν, ὥσπερ οὖν ἄξιον γυναῖκα καλὴν καὶ γενναίαν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi