Thesauros Edebiyat rhetoric Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας

Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας

Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας Julian Emperor of Rome 331-363
11 Τὰ μὲν δὴ κατὰ τὴν μάχην, εἰ μὴ δόξῃ τις τῶν διηγουμένων προσέχειν ἐθέλοι μηδὲ ἔπεσιν εὖ πεποιημένοις, ἐς αὐτὰ δὲ ὁρᾶν τὰ ἔργα, κρινέτω. ἑξῆς δ’, εἰ βούλεσθε τὴν Αἴαντος ὑπὲρ τῶν νεῶν καὶ τὴν ἐπὶ τοῦ τείχους τῶν Ἀχαιῶν ἀντιθεῖναι μάχην τοῖς ἐπὶ τῆς πόλεως ἐκείνης ἔργοις· ᾗ δὴ Μυγδόνιος ποταμῶν κάλλιστος τὴν αὑτοῦ προστίθησι φήμην, οὔσῃ δὲ καὶ Ἀντιόχου βασιλέως ἐπωνύμῳ· γέγονε δὲ αὐτῇ καὶ ἕτερον ὄνομα βάρβαρον, σύνηθες τοῖς πολλοῖς ὑπὸ τῆς πρὸς τοὺς τῇδε βαρβάρους ἐπιμιξίας· ταύτην δὴ τὴν πόλιν στρατὸς ἀμήχανος πλήθει Παρθυαίων ξὺν Ἰνδοῖς περιέσχεν, ὁπηνίκα ἐπὶ τὸν τύραννον βαδίζειν προύκειτο· καὶ ὅπερ Ἡρακλεῖ φασιν ἐπὶ τὸ Λερναῖον ἰόντι θηρίον συνενεχθῆναι, τὸν θαλάττιον καρκίνον, τοῦτο ἦν ὁ Παρθυαίων βασιλεὺς ἐκ τῆς ἠπείρου Τίγρητα διαβὰς καὶ περιτειχίζων τὴν πόλιν χώμασιν· εἶτα εἰς ταῦτα δεχόμενος τὸν Μυγδόνιον λίμνην ἀπέφηνε τὸ περὶ τῷ ἄστει χωρίον καὶ ὥσπερ νῆσον ἐν αὐτῇ συνεῖχε τὴν πόλιν, μικρὸν ὑπερεχουσῶν καὶ ὑπερφαινομένων τῶν ἐπάλξεων. ἐπολιόρκει δὲ ναῦς τε ἐπάγων καὶ ἐπὶ νεῶν μηχανάς· καὶ ἦν οὐχ ἡμέρας ἔργον, μηνῶν δὲ οἶμαι σχεδόν τι τεττάρων. οἱ δὲ ἐν τῷ τείχει συνεχῶς ἀπεκρούοντο τοὺς βαρβάρους καταπιμπράντες τὰς μηχανὰς τοῖς πυρφόροις· ναῦς δὲ ἀνεῖλκον πολλὰς μὲν ἐκ τοῦ τείχους, ἄλλαι δὲ κατεάγνυντο ὑπὸ ῥώμης τῶν ἀφιεμένων ὀργάνων καὶ βάρους τῶν βελῶν. ἐφέροντο γὰρ εἰς αὐτὰς λίθοι ταλάντων ὁλκῆς Ἀττικῶν ἑπτά. καὶ ἐπειδὴ συχναῖς ἡμέραις ταῦτ’ ἐδρᾶτο, ῥήγνυται μέρος τοῦ χώματος καὶ ἡ τῶν ὑδάτων εἰσρεῖ πλήμμυρα, καὶ ἐπ’ αὐτῇ τοῦ τείχους μέρος οὐκ ἔλασσον πήχεων ἑκατὸν συγκατηνέχθη.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi