Thesauros Edebiyat rhetoric Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας

Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας

Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας Julian Emperor of Rome 331-363
1 Ταῦτα κατ’ ἐμαυτὸν ἐννοῶν, ὦ φίλε βασιλεῦ, καὶ σὲ μὲν ὁρῶν ἐπὶ τῶν ἔργων τὴν Ὁμηρικὴν παιδείαν ἐπιδεικνύμενον καὶ ἐθέλοντα πάντως κοινῇ μὲν ἅπαντας ἀγαθόν τι δρᾶν, ἡμῖν δὲ ἰδίᾳ τιμὰς καὶ γέρα ἄλλα ἐπ’ ἄλλοις παρασκευάζοντα, τοσούτῳ δὲ οἶμαι κρείττονα τοῦ τῶν Ἑλλήνων βασιλέως εἶναι ἐθέλοντα, ὥστε ὁ μὲν ἠτίμαζε τοὺς ἀρίστους, σὺ δὲ οἶμαι καὶ τῶν φαύλων πολλοῖς τὴν συγγνώμην νέμεις, τὸν Πιττακὸν ἐπαινῶν τοῦ λόγου, ὃς τὴν συγγνώμην τῆς τιμωρίας προυτίθει, αἰσχυνοίμην ἄν, εἰ μὴ τοῦ Πηλέως φαινοίμην εὐγνωμονέστερος μηδὲ ἐπαινοίην εἰς δύναμιν τὰ προσόντα σοί, οὔτι φημὶ χρυσὸν καὶ ἁλουργῆ χλαῖναν, οὐδὲ μὰ Δία πέπλους παμποικίλους, γυναικῶν ἔργα Σιδωνίων, οὐδὲ ἵππων Νισαίων κάλλη καὶ χρυσοκολλήτων ἁρμάτων ἀστράπτουσαν αἴγλην, οὐδὲ τὴν Ἰνδῶν λίθον εὐανθῆ καὶ χαρίεσσαν. καίτοι γε εἴ τις ἐθέλοι τούτοις τὸν νοῦν προσέχων ἕκαστον ἀξιοῦν λόγου, μικροῦ πᾶσαν οἶμαι τὴν Ὁμήρου ποίησιν ἀποχετεύσας ἔτι δεήσεται λόγων, καὶ οὐκ ἀποχρήσει σοὶ μόνῳ τὰ ξύμπασι ποιηθέντα τοῖς ἡμιθέοις ἐγκώμια.
2 ἀρξώμεθα δὲ ἀπὸ τοῦ σκήπτρου πρῶτον, εἰ βούλει, καὶ τῆς βασιλείας αὐτῆς· τί γὰρ δή φησιν ὁ ποιητὴς ἐπαινεῖν ἐθέλων τῆς τῶν Πελοπιδῶν οἰκίας τὴν ἀρχαιότητα καὶ τὸ μέγεθος τῆς ἡγεμονίας ἐνδείξασθαι; ἀνὰ δὲ κρείων Ἀγαμέμνων Ἔστη σκῆπτρον ἔχων, τὸ μὲν Ἥφαιστος κάμε τεύχων, καὶ ἔδωκε Διί, ὁ δὲ τῷ τῆς Μαίας καὶ ἑαυτοῦ παιδί, Ἑρμείας δὲ ἄναξ δῶκε Πέλοπι, Πέλοψ δὲ δῶκ’ Ἀτρέι ποιμένι λαῶν· Ἀτρεὺς δὲ θνήσκων ἔλιπε πολύαρνι Θυέστῃ· Αὐτὰρ ὅγ’ αὖτε Θυέστ’ Ἀγαμέμνονι δῶκε φορῆναι, Πολλῇσιν νήσοισι καὶ Ἄργεϊ παντὶ ἀνάσσειν·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi