Thesauros Edebiyat rhetoric Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας

Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας

Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας Julian Emperor of Rome 331-363
29 Τοιοῦτος μὲν ἐπὶ στρατοπέδων ὁ γενναῖος, πόλει δὲ σωτὴρ καὶ κηδεμών, οὔτι τοὺς ἔξωθεν μόνον ἀπείργων κινδύνους οὐδὲ ἀντιταττόμενος ἢ καὶ ἐπιστρατεύων βαρβάροις γείτοσι· στάσιν δὲ ἐξαιρῶν καὶ ἔθη μοχθηρὰ καὶ τρυφὴν καὶ ἀκολασίαν τῶν μεγίστων κακῶν παρέξει ῥᾳστώνην. ὕβριν δὲ ἐξείργων καὶ παρανομίαν καὶ ἀδικίαν καὶ ἐπιθυμίαν ἀμέτρου κτήσεως τὰς ἐκ τούτων ἀναφυομένας στάσεις καὶ ἔριδας εἰς οὐδὲν χρηστὸν τελευτώσας οὐδὲ τὴν ἀρχὴν ἀνέξεται φῦναι, γενομένας δὲ ὡς ἔνι τάχιστα ἀφανιεῖ καὶ ἐξελάσει τῆς αὑτοῦ πόλεως. λήσεται δὲ αὐτὸν οὐδεὶς ὑπερβὰς τὸν νόμον καὶ βιασάμενος, οὐ μᾶλλον ἢ τῶν πολεμίων τις τὸν χάρακα. φύλαξ δὲ ὢν ἀγαθὸς τῶν νόμων, ἀμείνων ἔσται δημιουργός, εἴ ποτε καιρὸς καὶ τύχη καλοίη· καὶ οὐδεμία μηχανὴ πείθει τὸν τοιοῦτον ψευδῆ καὶ κίβδηλον καὶ νόθον τοῖς κειμένοις ἐπεισάγειν νόμον, οὐ μᾶλλον ἢ τοῖς αὑτοῦ παισὶ δούλειον καὶ ἀγεννὲς ἐπεισαγαγεῖν σπέρμα. δίκης δὲ αὐτῷ μέλει καὶ θέμιδος, καὶ οὔτε γονεῖς οὔτε ξυγγενεῖς καὶ φίλοι πείθουσι καταχαρίσασθαί σφιν καὶ προδοῦναι τὸ ἔνδικον. ὑπολαμβάνει γὰρ ἁπάντων εἶναι τὴν πατρίδα κοινὴν ἑστίαν καὶ μητέρα, πρεσβυτέραν μὲν καὶ σεμνοτέραν τῶν πατέρων, φιλτέραν δὲ ἀδελφῶν καὶ ξένων καὶ φίλων· ἧς ἀποσυλῆσαι τὸν νόμον καὶ βιάσασθαι μεῖζον ἀσέβημα κρίνει τῆς περὶ τὰ χρήματα τῶν θεῶν παρανομίας. ἔστι γὰρ ὁ νόμος ἔκγονος τῆς δίκης, ἱερὸν ἀνάθημα καὶ θεῖον ἀληθῶς τοῦ μεγίστου θεοῦ, ὃν οὐδαμῶς ὅ γε ἔμφρων ἀνὴρ περὶ σμικροῦ ποιήσεται οὐδὲ ἀτιμάσει· ἀλλὰ ἐν δίκῃ πάντα δρῶν τοὺς μὲν ἀγαθοὺς τιμήσει προθύμως, τοὺς μοχθηροὺς δὲ ἐς δύναμιν ἰᾶσθαι καθάπερ ἰατρὸς ἀγαθὸς προθυμήσεται.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi