Thesauros Edebiyat rhetoric Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας

Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας

Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας Julian Emperor of Rome 331-363
32 Νόμων μὲν δὴ πέρι καὶ ἀρχόντων τοιάδε γινώσκει. τοῦ πλήθους δὲ τὸ μὲν ἐν τοῖς ἄστεσιν οὔτε ἀργὸν οὔτε αὔθαδες ἀνέξεται εἶναι οὔτε μὴν ἐνδεὲς τῶν ἀναγκαίων· τὸ δὲ ἐν τοῖς ἀγροῖς τῶν γεωργῶν φῦλον ἀροῦντες καὶ φυτεύοντες τροφὴν ἀποίσουσι τοῖς φύλαξι καὶ ἐπικούροις σφῶν, μισθὸν καὶ ἐσθῆτα τὴν ἀναγκαίαν. οἰκοδομήματα δὲ Ἀσσύρια καὶ πολυτελεῖς καὶ δαπανηρὰς λειτουργίας χαίρειν ἐάσαντες ἐν εἰρήνῃ πολλῇ τῶν τε ἔξωθεν πολεμίων καὶ τῶν οἴκοθεν καταβιώσονται, ἀγαπῶντες μὲν τὸν αἴτιον τῶν παρόντων σφίσι καθάπερ ἀγαθὸν δαίμονα, ὑμνοῦντες δὲ ἐπ’ αὐτῷ τὸν θεὸν καὶ ἐπευχόμενοι, οὔτι πλαστῶς οὐδὲ ἀπὸ γλώττης, ἔνδοθεν δὲ ἀπ’ αὐτῆς τῆς ψυχῆς αἰτοῦσιν αὐτῷ τὰ ἀγαθά. φθάνουσι δὲ οἱ θεοὶ τὰς εὐχάς, καὶ αὐτῷ πρότερον τὰ θεῖα δόντες οὐτὲ τῶν ἀνθρωπίνων ἐστέρησαν. εἰ δὲ τὸ χρεὼν βιάζοιτο κακῷ τῳ περιπεσεῖν, τούτων δὴ τῶν θρυλουμένων ἀνηκέστων, χορευτήν τε αὑτῶν ἐποιήσαντο καὶ συνέστιον, καὶ αὐτῷ κλέος καθ’ ἅπαντας ἤγειραν ἀνθρώπους. ταῦτα ἐγὼ τῶν σοφῶν ἀκούω πολλάκις, καί με ὁ λόγος ἰσχυρῶς πείθει. οὐκοῦν καὶ ἐς ὑμᾶς αὐτὸν διεξῆλθον, μακρότερα μὲν τυχὸν ἴσως τοῦ καιροῦ φθεγγόμενος, ἐλάττονα δὲ οἶμαι τῆς ὑποθέσεως· καὶ ὅτῳ γέγονε τῶν τοιούτων λόγων ἐπακούειν ἐν φροντίδι, οὗτος ὅτι μὴ ψεύδομαι σαφῶς ἐπίσταται. ἑτέρα δέ ἐστιν αἰτία τοῦ μήκους τῆς μὲν εἰρημένης ἧττον ἀναγκαία, προσεχεστέρα δὲ οἶμαι τῷ παρόντι λόγῳ· τυχὸν δὲ οὐδὲ ταύτης ἀνηκόους ὑμᾶς εἶναι χρή.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi