Thesauros Edebiyat rhetoric Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας

Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας

Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας Julian Emperor of Rome 331-363
39 Ἆρ’ οὖν ὑμῖν ἱκανῶς δοκοῦμεν ἐκτετελεκέναι τὸν ἀληθινὸν ἔπαινον; ἢ ποθεῖτε ἀκούειν ὑμεῖς καὶ τὴν καρτερίαν καὶ τὴν σεμνότητα, καὶ ὡς οὐ μόνον ἐστὶ τῶν πολεμίων ἀήττητος, ἀλλ’ οὔτε αἰσχρᾶς ἐπιθυμίας ἑάλω πώποτε, οὔτε οἰκίας καλῆς οὔτ’ ἐπαύλεως πολυτελοῦς οὔτε ὅρμων σμαραγδίνων ἐπιθυμήσας ἀφείλετο βίᾳ ἢ καὶ πειθοῖ τοὺς κεκτημένους, ἀλλ’ οὐδὲ γυναικὸς ἐλευθέρας οὐδὲ θεραπαίνης, οὐδὲ ὅλως τὴν ἄδικον ἀφροδίτην ἠγάπησε, καὶ ὡς οὐδὲ ὧν ὧραι φύουσιν ἀγαθῶν τὴν ἄμετρον ἀπαιτεῖ πλησμονήν, οὐδὲ αὐτῷ θέρους ὥρᾳ τοῦ κρυστάλλου μέλει, οὐδὲ μεταβάλλει πρὸς τὰς ὥρας τὴν οἴκησιν, τοῖς πονουμένοις δὲ ἀεὶ πάρεστι τῆς ἀρχῆς μέρεσιν ἀντέχων καὶ πρὸς τὸ κρύος καὶ πρὸς τὰ θάλπη τὰ γενναῖα; τούτων δὲ εἴ με κελεύοιτε φέρειν ὑμῖν ἐμφανῆ τὰ τεκμήρια, γνώριμα μὲν ἐρῶ καὶ οὐκ ἀπορήσω, μακρὸς δὲ ὁ λόγος καὶ διωλύγιος, ἐμοί τε οὐ σχολὴ τὰς μούσας ἐπὶ τοσοῦτον θεραπεύειν, ἀλλ’ ὥρα λοιπὸν πρὸς ἔργον τρέπεσθαι.
← Önceki 47 / 47

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi