Thesauros Edebiyat rhetoric Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας

Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας

Περὶ τῶν τοῦ αὐτοκράτορος πράξεων ἢ περὶ βασιλείας Julian Emperor of Rome 331-363
6 Ἀνὴρ ἄπιστος καὶ θρασὺς τῆς οὐ προσηκούσης ὀρεχθεὶς ἡγεμονίας κτείνει τὸν ἀδελφὸν βασιλέως καὶ τῆς ἀρχῆς κοινωνόν, καὶ ᾔρετο λαμπραῖς ταῖς ἐλπίσιν, ὡς τὸν Ποσειδῶνα μιμησόμενος καὶ ἀποφανῶν οὐ μῦθον τὸν Ὁμήρου λόγον, παντὸς δὲ ἀληθῆ μᾶλλον, ὃς ἔφη περὶ τοῦ θεοῦ· Τρὶς μὲν ὀρέξατ’ ἰών, τὸ δὲ τέτρατον ἵκετο τέκμωρ, Αἰγάς, καὶ ὡς ἐντεῦθεν τὴν πανοπλίαν ἀναλαβὼν καὶ ὑποζεύξας τοὺς ἵππους διὰ τοῦ πελάγους ἐφέρετο. Γηθοσύνῃ δὲ θάλασσα διίστατο· τοὶ δ’ ἐπέτοντο Ῥίμφα μάλ’, οὐδ’ ὑπένερθε διαίνετο χάλκεος ἄξων, ἅτε οὐδενὸς ἐμποδὼν ὄντος, πάντων δὲ ἐξισταμένων καὶ ὑποχωρούντων ἐν χαρμονῇ. οὔκουν οὐδὲν αὑτῷ πολέμιον οὐδὲ ἀντίπαλον ᾤετο καταλιπέσθαι, οὐδὲ αὑτὸν κατείργειν οὐδὲ ἓν τὸ μὴ ἐπὶ τοῦ Τίγρητος στῆναι ταῖς ἐκβολαῖς. εἵπετο δὲ αὐτῷ πολὺς μὲν ὁπλίτης, ἱππεῖς δὲ οὐχ ἥττους, ἀλλ’ οἵπερ ἄλκιμοι, Κελτοὶ καὶ Ἴβηρες Γερμανῶν τε οἱ πρόσοικοι Ῥήνῳ καὶ τῇ θαλάττῃ τῇ πρὸς ἑσπέραν, ἣν εἴτε Ὠκεανὸν χρὴ καλεῖν εἴτε Ἀτλαντικὴν θάλατταν εἴτε ἄλλῃ τινὶ χρῆσθαι προσωνυμίᾳ προσῆκον, οὐκ ἰσχυρίζομαι· πλὴν ὅτι δὴ αὐτῇ προσοικεῖ δύσμαχα καὶ ῥώμῃ διαφέροντα τῶν ἄλλων ἐθνῶν γένη βαρβάρων, οὐκ ἀκοῇ μόνον, ἥπερ δὴ τυγχάνει πίστις οὐκ ἀσφαλής, ἀλλ’ αὐτῇ πείρᾳ τοῦτο ἐκμαθὼν οἶδα. τούτων δὴ τῶν ἐθνῶν ἐξαναστήσας οὐκ ἔλαττον πλῆθος τῆς οἴκοθεν αὐτῷ ξυνεπισπομένης στρατιᾶς, μᾶλλον δὲ τὸ μὲν ὡς οἰκεῖον εἵπετο πολὺ καὶ αὐτῷ ξύμφυλον, τὸ δὲ ἡμέτερον· οὕτω γὰρ καλεῖν ἄξιον· ὁπόσον Ῥωμαίων βίᾳ καὶ οὐ γνώμῃ ξυνηκολούθησεν, ἐοικὸς ἐπικούροις καὶ μισθοφόροις, ἐν Καρὸς εἵπετο τάξει καὶ σχήματι, δύσνουν μέν, ὡς εἰκός, βαρβάρῳ καὶ ξένῳ, μέθῃ καὶ κραιπάλῃ τὴν δυναστείαν περιφρονήσαντι καὶ ἀνελομένῳ, ἄρχοντι δέ, ὥσπερ ἦν ἄξιον τὸν ἐκ τοιούτων προοιμίων καὶ προνομίων ἀρξάμενον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi