Thesauros Edebiyat rhetoric Ἐπὶ τῇ ἐξόδῳ τοῦ ἀγαθωτάτου Σαλουστίου παραμυθητικὸς εἰς ἑαυτόν

Ἐπὶ τῇ ἐξόδῳ τοῦ ἀγαθωτάτου Σαλουστίου παραμυθητικὸς εἰς ἑαυτόν

Ἐπὶ τῇ ἐξόδῳ τοῦ ἀγαθωτάτου Σαλουστίου παραμυθητικὸς εἰς ἑαυτόν Julian Emperor of Rome 331-363
3 Ὡς μὲν οὖν εἰκότως ἀλγῶ τοῖς παροῦσιν, οὐ φίλου μόνον, ἀλλὰ καὶ συνεργοῦ πιστοῦ, δοίη δὲ ὁ δαίμων, καὶ πρὸς ὀλίγον ἀπαλλαττόμενος, οἶμαι καὶ Σωκράτη τὸν μέγαν τῆς ἀρετῆς κήρυκα καὶ διδάσκαλον ἔμοιγε συνομολογήσειν ἐξ ὧν ἐκεῖνον γνωρίζομεν, λέγω δὲ τῶν Πλάτωνος λόγων, τεκμαιρόμενος ὑπὲρ αὐτοῦ. φησὶ γοῦν ὅτι Χαλεπώτερον ἐφαίνετό μοι ὀρθῶς τὰ πολιτικὰ διοικεῖν· οὔτε γὰρ ἄνευ φίλων ἀνδρῶν καὶ ἑταίρων πιστῶν οἷόν τε εἶναι πράττειν, οὔτ’ εὐπορεῖν τούτων ξὺν πολλῇ ῥᾳστώνῃ. καίτοι τοῦτό γε εἰ Πλάτωνι μεῖζον ἐφαίνετο τοῦ διορύττειν τὸν Ἄθω, τί χρὴ προσδοκᾶν ἡμᾶς ὑπὲρ αὐτοῦ τοὺς πλέον ἀπολειπομένους τῆς ἐκείνου συνέσεώς τε καὶ γνώμης ἢ ’κεῖνος τοῦ θεοῦ; ἐμοὶ δὲ οὐδὲ τῆς χρείας μόνον ἕνεκα, ἣν ἀντιδιδόντες ἀλλήλοις ἐν τῇ πολιτείᾳ ῥᾷον εἴχομεν πρὸς τὰ παρὰ γνώμην ὑπὸ τῆς τύχης καὶ τῶν ἀντιταττομένων ἡμῖν πραττόμενα, ἀλλὰ καὶ τῆς μόνης ἀεί μοι θαλπωρῆς τε καὶ τέρψεως ἐνδεὴς οὐκ εἰς μακρὰν ἔσεσθαι μέλλων, εἰκότως δάκνομαί τε καὶ δέδηγμαι τὴν ἐμαυτοῦ καρδίαν. ἐς τίνα γὰρ οὕτως ἔσται μοι λοιπὸν εὔνουν ἀποβλέψαι φίλον; τίνος δὲ ἀνασχέσθαι τῆς ἀδόλου καὶ καθαρᾶς παρρησίας; τίς δὲ ἡμῖν συμβουλεύσει μὲν ἐμφρόνως, ἐπιτιμήσει δὲ μετ’ εὐνοίας, ἐπιρρώσει δὲ πρὸς τὰ καλὰ χωρὶς αὐθαδείας καὶ τύφου, παρρησιάσεται δὲ τὸ πικρὸν ἀφελὼν τῶν λόγων, ὥσπερ οἱ τῶν φαρμάκων ἀφαιροῦντες μὲν τὸ λίαν δυσχερές, ἀπολείποντες δὲ αὐτὸ τὸ χρήσιμον; ἀλλὰ τοῦτο μὲν ἐκ τῆς σῆς φιλίας ὄφελος ἐκαρπωσάμην. τοσούτων δὲ ὁμοῦ ἐστερημένος, τίνων ἂν εὐπορήσαιμι λόγων, οἵ με, διὰ τὸν σὸν πόθον σά τε μήδεα σήν τε ἀγανοφροσύνην αὐτὴν προέσθαι τὴν ψυχὴν κινδυνεύοντα, πείσουσιν ἀτρεμεῖν καὶ φέρειν ὅσα δέδωκεν ὁ θεὸς γενναίως; εἰς ταὐτὸ γὰρ ἔοικεν αὐτῷ νοῶν ὁ μέγας αὐτοκράτωρ ταῦθ’ οὕτω νυνὶ βουλεύσασθαι. τί ποτε οὖν ἄρα χρὴ διανοηθέντα καὶ τίνας ἐπῳδὰς εὑρόντα πεῖσαι πρᾴως ἔχειν ὑπὸ τοῦ πάθους θορυβουμένην τὴν ψυχήν; ἆρα ἡμῖν οἱ Ζαμόλξιδός εἰσι μιμητέοι λόγοι, λέγω δὲ τὰς ἐκ Θρᾴκης ἐπῳδάς, ἃς Ἀθήναζε φέρων ὁ Σωκράτης πρὸ τοῦ τὴν ὀδύνην ἰᾶσθαι τῆς κεφαλῆς ἐπᾴδειν ἠξίου τῷ καλῷ Χαρμίδῃ; ἢ τούτους μὲν ἅτε δὴ μείζονας καὶ περὶ μειζόνων οὐ κινητέον, ὥσπερ ἐν θεάτρῳ μικρῷ μηχανὰς μεγάλας, ἀλλ’ ἐκ τῶν ἔμπροσθεν ἔργων, ὧν ἐπυθόμεθα τὰ κλέα, φησὶν ὁ ποιητης, ὥσπερ ἐκ λειμῶνος δρεψάμενοι ποικίλου καὶ πολυειδοῦς ἄνθη τὰ κάλλιστα ψυχαγωγήσομεν αὑτοὺς τοῖς διηγήμασι, μικρὰ τῶν ἐκ φιλοσοφίας αὐτοῖς προστιθέντες; ὥσπερ γὰρ οἶμαι τοῖς λίαν γλυκέσιν οἱ παρεγχέοντες οὐκ οἶδ’ ὁποἶ ἄττα φάρμακα τὸ προσκορὲς αὐτῶν ἀφαιροῦσιν, οὕτω τοῖς διηγήμασιν ἐκ φιλοσοφίας ἔνια προστιθέμενα τὸ δοκεῖν ἐξ ἱστορίας ἀρχαίας ὄχλον ἐπεισάγειν, οὐδὲν δέον, καὶ περιττὴν ἀδολεσχίαν ἀφαιρεῖται.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi