Thesauros Edebiyat rhetoric Ἐπὶ τῇ ἐξόδῳ τοῦ ἀγαθωτάτου Σαλουστίου παραμυθητικὸς εἰς ἑαυτόν

Ἐπὶ τῇ ἐξόδῳ τοῦ ἀγαθωτάτου Σαλουστίου παραμυθητικὸς εἰς ἑαυτόν

Ἐπὶ τῇ ἐξόδῳ τοῦ ἀγαθωτάτου Σαλουστίου παραμυθητικὸς εἰς ἑαυτόν Julian Emperor of Rome 331-363
4 Ἡμῖν δὲ ἐπανιτέον ἐπὶ τὸν Ἀφρικανὸν καὶ τὸν Λαίλιον. ἐπειδὴ γὰρ ἀνῄρητο μὲν ἡ Καρχηδὼν καὶ τὰ περὶ τὴν Λιβύην ἅπαντα τῆς Ῥώμης ἐγεγόνει δοῦλα, πέμπει μὲν Ἀφρικανὸς τὸν Λαίλιον· ἀνήγετο δὲ ἐκεῖνος εὐαγγέλια τῇ πατρίδι φέρων· καὶ ὁ Σκηπίων ἤχθετο μὲν ἀπολειπόμενος τοῦ φίλου, οὐ μὴν ἀπαραμύθητον αὑτῷ τὸ πάθος ᾤετο. καὶ τὸν Λαίλιον δὲ δυσχεραίνειν εἰκός, ἐπειδὴ μόνος ἀνήγετο, οὐ μὴν ἀφόρητον ἐποιεῖτο τὴν συμφοράν. ἔπλει καὶ Κάτων ἀπολιπὼν οἴκοι τοὺς αὑτοῦ συνήθεις, καὶ Πυθαγόρας, καὶ Πλάτων καὶ Δημόκριτος οὐδένα παραλαβόντες κοινωνὸν τῆς ὁδοῦ, καίτοι πολλοὺς οἴκοι τῶν φιλτάτων ἀπολιμπάνοντες. ἐστρατεύσατο καὶ Περικλῆς ἐπὶ τὴν Σάμον οὐκ ἄγων τὸν Ἀναξαγόραν, καὶ τὴν Εὔβοιαν παρεστήσατο ταῖς μὲν ἐκείνου βουλαῖς, ἐπεπαίδευτο γὰρ ὑπ’ ἐκείνῳ, τὸ σῶμα δὲ οὐκ ἐφελκόμενος ὥσπερ ἄλλο τι τῶν ἀναγκαίων πρὸς τὰς μάχας. καίτοι καὶ τοῦτον ἄκοντα, φασίν, Ἀθηναῖοι τῆς πρὸς τὸν διδάσκαλον ἀπέστησαν συνουσίας. ἀλλ’ ἔφερεν ὡς ἀνὴρ ἔμφρων ὢν τὴν ἄνοιαν τῶν αὑτοῦ πολιτῶν ἐγκρατῶς καὶ πρᾴως. καὶ γὰρ ἀνάγκῃ τῇ πατρίδι καθάπερ μητρὶ δικαίως μὲν οὔ, χαλεπῶς δὲ ὅμως ἐχούσῃ πρὸς τὴν συνουσίαν αὐτῶν, εἴκειν ᾤετο χρῆναι, ταῦτα, ὡς εἰκός, λογιζόμενος· ἀκούειν δὲ χρὴ τῶν ἑξῆς ὡς τοῦ Περικλέους αὐτοῦ·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi