Thesauros Edebiyat rhetoric Ἐπὶ τῇ ἐξόδῳ τοῦ ἀγαθωτάτου Σαλουστίου παραμυθητικὸς εἰς ἑαυτόν

Ἐπὶ τῇ ἐξόδῳ τοῦ ἀγαθωτάτου Σαλουστίου παραμυθητικὸς εἰς ἑαυτόν

Ἐπὶ τῇ ἐξόδῳ τοῦ ἀγαθωτάτου Σαλουστίου παραμυθητικὸς εἰς ἑαυτόν Julian Emperor of Rome 331-363
6 Ἀλλ’ ὁ μὲν Περικλῆς, ἅτε δὴ μεγαλόφρων ἀνὴρ καὶ τραφεὶς ἐλευθέρως ἐν ἐλευθέρᾳ τῇ πόλει, ὑψηλοτέροις ἐψυχαγώγει λόγοις αὑτόν· ἐγὼ δὲ γεγονὼς ἐκ τῶν οἷοι νῦν βροτοί εἰσιν ἀνθρωπικωτέροις ἐμαυτὸν θέλγω καὶ παράγω λόγοις, καὶ τὸ λίαν πικρὸν ἀφαιρῶ τῆς λύπης, πρὸς ἕκαστον τῶν ἀεί μοι προσπιπτόντων ἀπὸ τοῦ πράγματος δυσχερῶν τε καὶ ἀτόπων φαντασμάτων ἐφαρμόζειν τινὰ παραμυθίαν πειρώμενος, ὥσπερ ἐπῳδὴν θηρίου δήγματι δάκνοντος αὐτὴν ἔσω τὴν καρδίαν ἡμῶν καὶ τὰς φρένας. ἐκεῖνό τοι πρῶτόν ἐστί μοι τῶν φαινομένων δυσχερῶν. νῦν ἐγὼ μόνος ἀπολελείψομαι καθαρᾶς ἐνδεὴς ὁμιλίας καὶ ἐλευθέρας ἐντεύξεως· οὐ γὰρ ἔστι μοι τέως ὅτῳ διαλέξομαι θαρρῶν ὁμοίως. πότερον οὖν οὐδ’ ἐμαυτῷ διαλέγεσθαι ῥᾴδιόν ἐστί μοι; ἀλλ’ ἀφαιρήσεταί μέ τις καὶ τὴν ἔννοιαν καὶ προσαναγκάσει νοεῖν ἕτερα καὶ θαυμάζειν παρ’ ἃ βούλομαι; ἢ τοῦτο μέν ἐστι τέρας ἤδη καὶ προσόμοιον τῷ γράφειν ἐφ’ ὕδατος καὶ τῷ λίθον ἕψειν καὶ τῷ ἱπταμένων ὀρνίθων ἐρευνᾶν ἴχνη τῆς πτήσεως; οὐκοῦν ἐπειδὴ τούτων ἡμᾶς οὐδεὶς ἀφαιρεῖται, συνεσόμεθα δήπουθεν αὐτοί πως ἑαυτοῖς, ἴσως δὲ καὶ ὁ δαίμων ὑποθήσεταί τι χρηστόν· οὐ γὰρ εἰκὸς ἄνδρα ἑαυτὸν ἐπιτρέψαντα τῷ κρείττονι παντάπασιν ἀμεληθῆναι καὶ καταλειφθῆναι παντελῶς ἔρημον· ἀλλ’ αὐτοῦ καὶ ὁ θεὸς χεῖρα ἑὴν ὑπερέσχε καὶ θάρσος ἐνδίδωσι καὶ μένος ἐμπνεῖ καὶ τὰ πρακτέα τίθησιν ἐπὶ νοῦν καὶ τῶν μὴ πρακτέων ἀφίστησιν. εἵπετό τοι καὶ Σωκράτει δαιμονία φωνὴ κωλύουσα πράττειν ὅσα μὴ χρεὼν ἦν· φησὶ δὲ καὶ Ὅμηρος ὑπὲρ Ἀχιλλέως· τῷ γὰρ ἐπὶ φρεσὶ θῆκεν, ὡς τοῦ θεοῦ καὶ τὰς ἐννοίας ἡμῶν ἐγείροντος, ὅταν ἐπιστρέψας ὁ νοῦς εἰς ἑαυτὸν αὑτῷ τε πρότερον ξυγγένηται καὶ τῷ θεῷ δι’ ἑαυτοῦ μόνου, κωλυόμενος ὑπ’ οὐδενός. οὐ γὰρ ἀκοῆς ὁ νοῦς δεῖται πρὸς τὸ μαθεῖν οὐδὲ μὴν ὁ θεὸς φωνῆς πρὸς τὸ διδάξαι τὰ δέοντα· δέοντα· ἀλλ’ αἰσθήσεως ἔξω πάσης ἀπὸ τοῦ κρείττονος ἡ μετουσία γίνεται τῷ νῷ· τίνα μὲν τρόπον καὶ ὅπως οὐ σχολὴ νῦν ἐπεξιέναι, τὸ δ’ ὅτι γίνεται δῆλον καὶ σαφεῖς οἱ μάρτυρες, οὐκ ἄδοξοί τινες οὐδ’ ἐν τῇ Μεγαρέων ἄξιοι τάττεσθαι μερίδι, ἀλλὰ τῶν ἀπενεγκαμένων ἐπὶ σοφίᾳ τὰ πρωτεῖα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi