Thesauros Edebiyat rhetoric Ἐπὶ τῇ ἐξόδῳ τοῦ ἀγαθωτάτου Σαλουστίου παραμυθητικὸς εἰς ἑαυτόν

Ἐπὶ τῇ ἐξόδῳ τοῦ ἀγαθωτάτου Σαλουστίου παραμυθητικὸς εἰς ἑαυτόν

Ἐπὶ τῇ ἐξόδῳ τοῦ ἀγαθωτάτου Σαλουστίου παραμυθητικὸς εἰς ἑαυτόν Julian Emperor of Rome 331-363
7 Τούτοις ἐμαυτὸν ψυχαγωγήσας ἐπ’ ἐκεῖνο τὸ μέρος ἄπειμι πάλιν, ὃ δοκεῖ τῇ μὲν ἀληθείᾳ μικρὸν εἶναι, πρὸς δόξαν δὲ ὅμως οὐκ ἀγεννές. Ὁμήρου τοί φασι δεῖσθαι καὶ τὸν Ἀλέξανδρον, οὐ δήπου συνόντος, ἀλλὰ κηρύττοντος ὥσπερ Ἀχιλλέα καὶ Πάτροκλον καὶ Αἴαντας ἄμφω καὶ τὸν Ἀντίλοχον. ἀλλ’ ὁ μὲν ὑπερορῶν ἀεὶ τῶν παρόντων, ἐφιέμενος δὲ τῶν ἀπόντων οὐκ ἠγάπα τοῖς καθ’ ἑαυτὸν οὐδὲ ἠρκεῖτο τοῖς δοθεῖσι· καὶ εἴπερ ἔτυχεν Ὁμήρου, τὴν Ἀπόλλωνος ἴσως ἂν ἐπόθησε λύραν, ᾗ τοῖς Πηλέως ἐκεῖνος ἐφύμνησε γάμοις, οὐ τῆς Ὁμήρου συνέσεως τοῦτο πλάσμα νομίσας, ἀλλ’ ἀληθὲς ἔργον ἐνυφανθὲν τοῖς ἔπεσιν, ὥσπερ οἶμαι τὸ Ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ’ αἶαν καὶ Ἠέλιος δ’ ἀνόρουσε καὶ Κρήτη τις γαῖ’ ἐστί, καὶ ὅσα τοιαῦτά φασιν οἱ ποιηταί, δῆλα καὶ ἐναργῆ τὰ μὲν ὄντα καὶ εἰς ἡμᾶς ἔτι, τὰ δὲ γιγνόμενα.
7 Ἀλλὰ τῷ μὲν εἴτε μέγεθος ἀρετῆς ὑπερέχον καὶ τῶν προσόντων ἀγαθῶν οὐδαμῶς ἐλάττων σύνεσις εἰς τοσαύτην ἐπιθυμίαν τὴν ψυχὴν ἐξῆγεν, ὥστε μειζόνων ἢ κατὰ τοὺς ἄλλους ὀρέγεσθαι, εἴθ’ ὑπερβολή τις ἀνδρείας καὶ θάρσους εἰς ἀλαζονείαν ἄγουσα καὶ πρὸς αὐθάδειαν βλέπουσα, ἀφείσθω σκοπεῖν ἐν κοινῷ τοῖς βουλομένοις ἐπαινεῖν ἢ ψέγειν αὐτόν, εἴ τις ἄρα καὶ ταύτης ὑπολαμβάνει τῆς μερίδος προσήκειν ἐκείνῳ. ἡμεῖς δὲ τοῖς παροῦσιν ἀγαπῶντες ἀεὶ καὶ τῶν ἀπόντων ἥκιστα μεταποιούμενοι στέργομεν μέν, ὁπόταν ὁ κήρυξ ἐπαινῇ, θεατής τε καὶ συναγωνιστὴς πάντων ἡμῖν γεγονώς, μὴ τοὺς λόγους παραδεξάμενος εἰς χάριν καὶ ἀπέχθειαν εἰκῇ πεπλασμένους· ἀρκεῖ δὲ ἡμῖν καὶ φιλεῖν ὁμολογῶν μόνον, ἐς δὲ τὰ ἄλλα σιωπηλότερος ὢν καὶ τῶν Πυθαγόρᾳ τελεσθέντων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi