8
Μακρόν ἐστι πάντα ἀπαριθμεῖσθαι καὶ τὰ καθ’ ἕκαστον γράφειν, ὅσα ἐν ἐνιαυτοῖς ἔπραξα τέτταρσι· τὰ κεφάλαια δέ· τρίτον ἐπεραιώθην καῖσαρ ἔτι τὸν Ῥῆνον· δισμυρίους ἀπῄτησα παρὰ τῶν βαρβάρων ὑπὲρ τὸν Ῥῆνον ὄντας αἰχμαλώτους· ἐκ δυοῖν ἀγώνοιν καὶ μιᾶς πολιορκίας χιλίους ἐξελὼν ἐζώγρησα, οὐ τὴν ἄχρηστον ἡλικίαν, ἄνδρας δὲ ἡβῶντας· ἔπεμψα τῷ Κωνσταντίῳ τέτταρας ἀριθμοὺς τῶν κρατίστων πεζῶν, τρεῖς ἄλλους τῶν ἐλαττόνων, ἱππέων τάγματα δύο τὰ ἐντιμότατα· πόλεις ἀνέλαβον νῦν μὲν δὴ τῶν θεῶν ἐθελόντων πάσας, τότε δὲ ἀνειλήφειν ἐλάττους ὀλίγῳ τῶν τεσσαράκοντα. μάρτυρας καλῶ τὸν Δία καὶ πάντας θεοὺς πολιούχους τε καὶ ὁμογνίους ὑπὲρ τῆς ἐμῆς προαιρέσεως εἰς αὐτὸν καὶ πίστεως, ὅτι τοιοῦτος γέγονα περὶ αὐτόν, οἷον ἂν εἱλόμην ἐγὼ υἱὸν περὶ ἐμὲ γενέσθαι. τετίμηκα μὲν οὖν αὐτὸν ὡς οὐδεὶς καισάρων οὐδένα τῶν ἔμπροσθεν αὐτοκρατόρων. οὐδὲν γοῦν εἰς τὴν τήμερον ὑπὲρ ἐκείνων ἐγκαλεῖ μοι, καὶ ταῦτα παρρησιασαμένῳ πρὸς αὐτόν, ἀλλὰ γελοίους αἰτίας ὀργῆς ἀναπλάττει. Λουππικῖνον, φησί, καὶ τρεῖς ἄλλους ἀνθρώπους κατέσχες· οὓς εἰ καὶ κτείνας ἤμην ἐπιβουλεύσαντας ἔμοιγε φανερῶς, ἐχρῆν τὴν ὑπὲρ τῶν παθόντων ὀργὴν ἀφεῖναι τῆς ὁμονοίας ἕνεκα. τούτους δὲ οὐδὲν ἄχαρι διαθεὶς ὡς ταραχώδεις φύσει καὶ πολεμοποιοὺς κατέσχον, πολλὰ πάνυ δαπανῶν εἰς αὐτοὺς ἐκ τῶν δημοσίων, ἀφελόμενος δ’ οὐδὲν τῶν ὑπαρχόντων ἐκείνοις. ὁρᾶτε, πῶς ἐπεξιέναι τούτοις ὁ Κωνστάντιος νομοθετεῖ. ὁ γὰρ χαλεπαίνων ὑπὲρ τῶν προσηκόντων μηδὲν ἆρ’ οὐκ ὀνειδίζει μοι καὶ κατεγελᾷ τῆς μωρίας, ὅτι τὸν φονέα πατρός, ἀδελφῶν, ἀνεψιῶν, ἁπάσης ὡς ἔπος εἰπεῖν τῆς κοινῆς ἡμῶν ἑστίας καὶ συγγενείας τὸν δήμιον εἰς τοῦτο ἐθεράπευσα; σκοπεῖτε δὲ ὅπως καὶ γενόμενος αὐτοκράτωρ ἔτι θεραπευτικῶς αὐτῷ προσηνέχθην ἐξ ὧν ἐπέστειλα.