7
ταύτην ἐγὼ νομίσας οὐκ ἀσφαλῆ μόνον, ἀλλὰ πρέπουσαν ἀνδρὶ μετρίῳ γνώμην, ἐπεὶ καὶ τὰ τῶν θεῶν ἐσήμαινε ταύτῃ· τὸ γὰρ ἐπιβουλὰς εὐλαβούμενον τὰς μελλούσας εἰς αἰσχρὸν καὶ προὖπτον ἐμβαλεῖν ἑαυτὸν κίνδυνον δεινῶς ἐφαίνετό μοι θορυβῶδες· εἶξαι καὶ ὑπήκουσα. καὶ τὸ μὲν ὄνομά μοι ταχέως καὶ τὸ χλανίδιον περιεβλήθη τοῦ καίσαρος· ἡ δὲ ἐπὶ τούτῳ δουλεία καὶ τὸ καθ’ ἑκάστην ἡμέραν ὑπὲρ αὐτῆς τῆς ψυχῆς ἐπικρεμάμενον δέος Ἡράκλεις ὅσον καὶ οἷον· κλεῖθρα θυρῶν, θυρωροί, τῶν οἰκετῶν αἱ χεῖρες ἐρευνώμεναι, μή τίς μοι παρὰ τῶν φίλων γραμματίδιον κομίζῃ, θεραπεία ξένη· μόλις ἠδυνήθην οἰκέτας ἐμαυτοῦ τέτταρας, παιδάρια μὲν δύο κομιδῇ μικρά, δύο δὲ μείζονας, εἰς τὴν αὐλὴν οἰκειότερόν με θεραπεύσοντας εἰσαγαγεῖν, ὧν εἷς μοι μόνος καὶ τὰ πρὸς θεοὺς συνειδὼς καὶ ὡς ἐνεδέχετο λάθρᾳ συμπράττων· ἐπεπίστευτο δὲ τῶν βιβλίων μου τὴν φυλακήν, ὢν μόνος τῶν ἐμοὶ πολλῶν ἑταίρων καὶ φίλων πιστῶν, εἷς ἰατρός, ὃς καί, ὅτι φίλος ὢν ἐλελήθει, συναπεδήμησεν. οὕτω δὲ ἐδεδίειν ἐγὼ ταῦτα καὶ ψοφοδεῶς εἶχον πρὸς αὐτά, ὥστε καὶ βουλομένους εἰσιέναι τῶν φίλων πολλοὺς παρ’ ἐμὲ καὶ μάλ’ ἄκων ἐκώλυον, ἰδεῖν μὲν αὐτοὺς ἐπιθυμῶν, ὀκνῶν δὲ ἐκείνοις τε καὶ ἐμαυτῷ γενέσθαι συμφορῶν αἴτιος. ἀλλὰ ταῦτα μὲν ἔξωθέν ἐστι, τάδε δὲ ἐν αὐτοῖς τοῖς πράγμασι.
7
Τριακοσίους ἑξήκοντά μοι δοὺς στρατιώτας εἰς τὸ τῶν Κελτῶν ἔθνος ἀνατετραμμένον ἔστειλε, μεσοῦντος ἤδη τοῦ χειμῶνος, οὐκ ἄρχοντα μᾶλλον τῶν ἐκεῖσε στρατοπέδων ἢ τοῖς ἐκεῖσε στρατηγοῖς ὑπακούοντα. ἐγέγραπτο γὰρ αὐτοῖς καὶ ἐνετέταλτο διαρρήδην οὐ τοὺς πολεμίους μᾶλλον ἢ ἐμὲ παραφυλάττειν, ὡς ἂν μὴ νεώτερόν τι πράξαιμι. τούτων δὲ ὃν ἔφην τρόπον γενομένων, περὶ τὰς τροπὰς τὰς θερινὰς ἐπιτρέπει μοι βαδίζειν εἰς τὰ στρατόπεδα τὸ σχῆμα καὶ τὴν εἰκόνα περιοίσοντι τὴν ἑαυτοῦ· καὶ γάρ τοι καὶ τοῦτο εἴρητο καὶ ἐγέγραπτο, ὅτι τοῖς Γάλλοις οὐ βασιλέα δίδωσιν, ἀλλὰ τὸν τὴν ἑαυτοῦ πρὸς ἐκείνους εἰκόνα κομιοῦντα.