Thesauros Edebiyat rhetoric Πρὸς Ἡράκλειον κυνικὸν περὶ τοῦ πῶς κυνιστέον καὶ εἰ πρέπει τῷ κυνὶ μύθους πλάττειν

Πρὸς Ἡράκλειον κυνικὸν περὶ τοῦ πῶς κυνιστέον καὶ εἰ πρέπει τῷ κυνὶ μύθους πλάττειν

Πρὸς Ἡράκλειον κυνικὸν περὶ τοῦ πῶς κυνιστέον καὶ εἰ πρέπει τῷ κυνὶ μύθους πλάττειν Julian Emperor of Rome 331-363
2 Τὴν μὲν οὖν ἀρχὴν ὁπόθεν ηὑρέθη καὶ ὅστις ὁ πρῶτος ἐπιχειρήσας τὸ ψεῦδος πιθανῶς συνθεῖναι πρὸς ὠφέλειαν ἢ ψυχαγωγίαν τῶν ἀκροωμένων, οὐ μᾶλλον εὔροι τις ἂν ἢ εἴ τις ἐπιχειρήσειε τὸν πρῶτον πταρόντα ἢ χρεμψάμενον ἀναζητεῖν. εἰ δέ, ὥσπερ ἱππεῖς ἐν Θράκῃ καὶ Θετταλίᾳ, τοξόται δὲ καὶ τὰ κουφότερα τῶν ὅπλων ἐν Ἰνδίᾳ καὶ Κρήτῃ καὶ Καρίᾳ ἀνεφάνη, τῇ φύσει τῆς χώρας ἀκολουθούντων οἶμαι τῶν ἐπιτηδευμάτων, οὕτω τις ὑπολαμβάνει καὶ ἐπὶ τῶν ἄλλων πραγμάτων, ἐν οἷς ἕκαστα τιμᾶται, μάλιστα παρὰ τούτων αὐτὰ καὶ πρῶτον ηὑρῆσθαι· τῶν ἀγελαίων ἔοικεν ἀνθρώπων εἶναι τό γε ἐξ ἀρχῆς ὁ μῦθος εὕρημα, καὶ διαμένει ἐξ ἐκείνου μέχρι καὶ νῦν παρ’ αὐτοῖς πολιτευόμενον τὸ πρᾶγμα ὥσπερ ἄλλο τι τῶν ἀκροαμάτων, αὐλὸς καὶ κιθάρα, τέρψεως ἕνεκα καὶ ψυχαγωγίας. ὥσπερ γὰρ οἱ ὄρνιθες ἵπτασθαι καὶ νεῖν οἱ ἰχθύες αἵ τε ἔλαφοι θεῖν ἐπειδὴ πεφύκασιν οὐδὲν τοῦ διδαχθῆναι προσδέονται, κἂν δήσῃ τις κἂν καθείρξῃ, πειρᾶται ὅμως χρῆσθαι τούτοις τοῖς μορίοις, πρὸς ἃ σύνοιδεν αὑτοῖς πεφυκόσι, ταυτὶ τὰ ζῷα, οὕτως οἶμαι καὶ τὸ τῶν ἀνθρώπων γένος οὐκ ἄλλο τι τὴν ψυχὴν ἔχον ἢ λόγον καὶ ἐπιστήμην ὥσπερ ἐγκαθειργμένην, ὃ δὴ καὶ λέγουσιν οἱ σοφοὶ δύναμιν, ἐπὶ τὸ μανθάνειν τε καὶ ζητεῖν καὶ πολυπραγμονεῖν, ὡς πρὸς οἰκειότατον ἑαυτῷ τῶν ἔργων, τρέπεται· καὶ ὅτῳ μὲν εὐμενὴς θεὸς ταχέως ἔλυσε τὰ δεσμὰ καὶ τὴν δύναμιν εἰς ἐνέργειαν ἤγαγε, τούτῳ πάρεστιν εὐθὺς ἐπιστήμη, τοῖς δεδεμένοις δὲ ἔτι, καθάπερ οἶμαι Ἰξίων νεφέλῃ τινὶ ἀντὶ τῆς θεοῦ λέγεται παραναπαύσασθαι, τούτοις ἀντ’ ἀληθοῦς ψευδὴς ἐντέτηκε δόξα· γίνεται γὰρ ἐντεῦθεν αὐτοῖς τὰ ὑπηνέμια καὶ τερατώδη ταυτὶ τῆς ἀληθοῦς ἐπιστήμης οἷον εἴδωλα ἄττα καὶ σκιαί· πράττουσι γοῦν πρὸ τῆς τῶν ἀληθῶν ἐπιστήμης τὰ ψεύδη καὶ διδάσκουσί γε μάλα προθύμως καὶ μανθάνουσιν ὥσπερ οἶμαι χρηστόν τι καὶ θαυμαστόν. εἰ δ’ ὅλως χρή τι καὶ ὑπὲρ τῶν τοὺς μύθους τὸ πρῶτον πλασάντων ἀπολογήσασθαι, δοκοῦσί μοι ταῖς τῶν παιδίων ψυχαῖς, ὥσπερ αἱ τίτθαι περὶ τὰς ὀδοντοφυΐας κνησιῶσιν αὐτοῖς σκύτινα ἄττα προσαρτῶσι ταῖν χεροῖν, ἵνα αὐτῶν παραμυθήσωνται τὸ πάθος, οὕτω δὲ καὶ οὗτοι τῷ ψυχαρίῳ πτεροφυοῦντι καὶ ποθοῦντι πλέον εἰδέναι τι, διδάσκεσθαι δὲ οὔπω τἀληθῆ δυναμένῳ ταῦτα ἐποχετεύειν, ὥσπερ ἄρδοντες ἄρουραν διψῶσαν, ἵνα δὴ οἶμαι αὐτῶν τὸν γαργαλισμὸν καὶ τὴν ὀδύνην παραμυθήσωνται.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi