22
Πάντων οὖν ὁμοῦ φυρομένων καὶ ξυντελουμένων γάμων τε οὐ γάμων καὶ βεβηλουμένων ὁμοῦ τοῖς θείοις τῶν ἀνθρωπίνων, τὸν Δία ἔλεος ὑπῆλθεν· εἶτα ἀπιδὼν πρὸς τὸν Ἥλιον· ὦ παῖ, εἶπεν, οὐρανοῦ καὶ γῆς ἀρχαιότερον ἐν θεοῖς βλάστημα, μνησικακεῖν ἔτι διανοῇ τῆς ὑπεροψίας ἀνδρὶ αὐθάδει καὶ τολμηρῷ, ὅς σε ἀπολιπὼν αὑτῷ τε καὶ γένει αἴτιος ἐγένετο τῶν τηλικούτων παθημάτων; ἢ νομίζεις, ὅτι μὴ χαλεπαίνεις αὐτῷ μηδ’ ἀγανακτεῖς μηδ’ ἐπὶ τὸ γένος αὐτοῦ τοὺς οἰστοὺς θήγεις, ἔλαττον εἶναι ταύτης αἴτιος αὐτῷ τῆς ξυμφορᾶς, ἔρημον αὐτοῦ τὴν οἰκίαν ἀφείς; ἀλλ’, ἔφη, καλῶμεν τὰς Μοίρας, εἴ πῃ βοηθητέος ὁ ἀνήρ ἐστιν. αἱ δὲ ὑπήκουσαν αὐτίκα τῷ Διί. καὶ ὁ μὲν Ἥλιος, ὥσπερ ἐννοῶν τι καὶ λογιζόμενος αὐτὸς ἐν ἑαυτῷ, προσεῖχεν εἰς τὸν Δία πήξας τὰ ὄμματα. τῶν Μοιρῶν δὲ ἡ πρεσβυτάτη· Κωλύετον, ἔφη, ὦ πάτερ, ἡ Ὁσιότης ξὺν τῇ Δίκῃ. σὸν οὖν ἔργον ἐστίν, ἐπείπερ ἡμᾶς ἐκέλευσας ὑπεικαθεῖν αὐταῖς, πεῖσαι καὶ ἐκείνας. ἀλλ’ ἐμαὶ γάρ εἰσιν, ἔφη, θυγατέρες, καὶ ἄξιον δὴ ἐρέσθαι αὐτάς· τί τοίνυν, ὦ ποτνία, φατόν; ἀλλὰ τούτου μέν, εἰπέτην, ὦ πάτερ, αὐτὸς εἶ κύριος. σκόπει δὲ ὅπως ἐν ἀνθρώποις ὁ πονηρὸς οὑτοσὶ τῆς ἀνοσιουργίας ζῆλος μὴ παντάπασιν ἐπικρατήσει. πρὸς ἀμφότερα, εἶπεν, ἐγὼ σκέψομαι. καὶ αἱ Μοῖραι πλησίον παροῦσαι πάντα ἐπέκλωθον, ὡς ὁ πατὴρ ἐβούλετο.