Thesauros Edebiyat rhetoric Πρὸς Ἡράκλειον κυνικὸν περὶ τοῦ πῶς κυνιστέον καὶ εἰ πρέπει τῷ κυνὶ μύθους πλάττειν

Πρὸς Ἡράκλειον κυνικὸν περὶ τοῦ πῶς κυνιστέον καὶ εἰ πρέπει τῷ κυνὶ μύθους πλάττειν

Πρὸς Ἡράκλειον κυνικὸν περὶ τοῦ πῶς κυνιστέον καὶ εἰ πρέπει τῷ κυνὶ μύθους πλάττειν Julian Emperor of Rome 331-363
7 εἰ δ’, ὅπερ ὁ θεὸς ἔφη Διογένει, τὸ νόμισμα παραχαράξας ἐπὶ τὴν πρὸ ταύτης εἰρημένην ὑπὸ τοῦ θεοῦ συμβουλὴν τρέποιτο, τὸ Γνῶθι σαυτόν, ὅπερ ζηλώσαντες ἐπὶ τῶν ἔργων Διογένης καὶ Κράτης φαίνονται, τοῦτο ἤδη τοῦ παντὸς ἄξιον ἔγωγε φαίην ἂν ἀνδρὶ καὶ στρατηγεῖν καὶ φιλοσοφεῖν ἐθέλοντι. τί δὲ εἶπεν ὁ θεός, ἆρ’ ἴσμεν; ὅτι τῆς τῶν πολλῶν αὐτῷ δόξης ἐπέταξεν ὑπερορᾶν καὶ παραχαράττειν οὐ τὴν ἀλήθειαν, ἀλλὰ τὸ νόμισμα. τὸ δὲ Γνῶθι σαυτὸν ἐν ποτέρᾳ θησόμεθα μοίρᾳ; πότερον ἐν τῇ τοῦ νομίσματος; ἢ τοῦτό γε αὐτὸ τῆς ἀληθείας εἶναι κεφάλαιον θήσομεν καὶ τρόπον εἰρῆσθαι τοῦ· Παραχάραξον τὸ νόμισμα διὰ τῆς Γνῶθι σαυτὸν ἀποφάσεως; ὥσπερ γὰρ ὁ τὰ νομιζόμενα παντάπασιν ἀτιμάσας, ἐπ’ αὐτὴν δὲ ἥκων τὴν ἀλήθειαν οὐδ’ ὑπὲρ ἑαυτοῦ τοῖς νομιζομένοις, ἀλλὰ τοῖς ὄντως οὖσι θήσεται, οὕτως οἶμαι καὶ ὁ γνοὺς ἑαυτὸν ὅπερ ἔστιν ἀκριβῶς εἴσεται καὶ οὐχ ὅπερ νομίζεται. πότερον οὖν οὐχ ὁ Πύθιος ἀληθής τέ ἐστι θεός, καὶ Διογένης τοῦτο ἐπέπειστο σαφῶς, ὅς γε αὐτῷ πεισθεὶς ἀντὶ φυγάδος ἀπεδείχθη οὐ τοῦ Περσῶν βασιλέως μείζων, ἀλλ’, ὡς ἡ φήμη παρέδωκεν, αὐτῷ τῷ καταλύσαντι τὸ Περσῶν κράτος καὶ ταῖς Ἡρακλέους ἁμιλλωμένῳ πράξεσιν, ὑπερβάλλεσθαι δὲ τὸν Ἀχιλλέα φιλοτιμουμένῳ ζηλωτός;
8 οὗτος οὖν ὁ Διογένης ὁποῖός τις ἦν τά τε πρὸς τοὺς θεοὺς καὶ τὰ πρὸς ἀνθρώπους μὴ διὰ τῶν Οἰνομάου λόγων μηδὲ τῶν Φιλίσκου τραγῳδιῶν, αἷς ἐπιγράψας τὸ Διογένους ὄνομα τῆς θείας πολλά ποτε κατεψεύσατο κεφαλῆς, ἀλλὰ δι’ ὧν ἔδρασεν ἔργων ὁποῖός τις ἦν γνωριζέσθω.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi